TLG 9019 001 :: STEPHANUS :: In Aristotelis librum de interpretatione commentarium

STEPHANUS Phil., Οἰκουμενικὸς διδάσκαλος, fiq Stephanus Alchem. vel Stephanus Alexandrinus vel Stephanus Atheniensis
(Alexandrinus Atheniensis Constantinopolitanus: A.D. 7)

Cf. et STEPHANUS Alchem. (9021)

In Aristotelis librum de interpretatione commentarium

Source: Hayduck, M. (ed.), Stephani in librum Aristotelis de interpretatione commentarium [Commentaria in Aristotelem Graeca 18.3] Berlin: Reimer, 1885: 1–68.

Citation: Page — (line)

in Int
.

1

(1t)

ΣΧΟΛΙΑ ΣΥΝ ΘΕΩΙ ΑΠΟ ΦΩΝΗΣ ΣΤΕΦΑΝΟΥ ΦΙΛΟΣΟΦΟΥ
2tΕΙΣ ΤΟ ΠΕΡΙ ΕΡΜΗΝΕΙΑΣ ΑΡΙΣΤΟΤΕΛΟΥΣ
3tἈρχὴ τοῦ α τμήματος. Πρᾶξις α
4tΠρῶτον δεῖ θέσθαι τί ὄνομα καὶ τί ῥῆμα. ἔπειτα τί
5tἐστιν ἀπόφασις καὶ κατάφασις καὶ ἀπόφανσις καὶ λόγος καὶ
6tτὰ ἑξῆς.
7 Προοίμιον ἔχει ἡ παροῦσα πραγματεία διμερές. καὶ ἐν μὲν τῷ α μέρει ποιεῖται τὴν ἀπαρίθμησιν αὐτῶν τούτων περὶ ὧν μέλλει διαλέγεσθαι ἐν τῷ α τμήματι, ἔτι δὲ καὶ θεώρημά τι παραδίδωσιν· ἐν δὲ τῷ β μέρει
10ἀναλογίαν τινὰ τῶν φωνῶν πρὸς τὰ νοήματα διέξεισιν. τὴν μὲν ἀπαρίθμησιν λέγων ὅτι δεῖ πρότερον ὁρίσασθαι τί ὄνομα καὶ τί ῥῆμα, εἶτα τί ἐστιν ἀπόφασις καὶ κατάφασις καὶ ἀπόφανσις καὶ λόγος. καὶ αὕτη μέν ἐστιν ἡ ἀπαρίθμησις· τὸ δὲ θεώρημα τοιοῦτόν ἐστιν, ὅτι δ ὄντων, γραμ‐ μάτων φωνῶν, νοημάτων πραγμάτων, δύο τούτων φύσει εἰσί, τὰ δὲ ἕτερα
15δύο θέσει. τοῦτο δὲ δείκνυσι τοῦτον τὸν τρόπον· τὰ γράμματα καὶ τὰ ὀνό‐ ματα οὐ παρὰ πᾶσιν τὰ αὐτά· τὰ δὲ μὴ παρὰ πᾶσιν τὰ αὐτὰ οὐ φύσει· τὰ γράμματα ἄρα καὶ τὰ ὀνόματα οὐ φύσει. ὅτι μὲν οὖν τὰ ὀνόματα καὶ τὰ γράμματα οὐκ εἰσὶν παρὰ πᾶσιν τὰ αὐτὰ αὐτόθεν ὡμολόγηται. ἄλλος γὰρ τύπος τῶν γραμμάτων παρὰ τοῖς Ἕλλησι καὶ ἄλλος παρὰ τοῖς Αἰγυπτίοις.
20ἀλλὰ μὴν καὶ τὰ ὀνόματα τὸν αὐτὸν τρόπον ἔχουσιν· ἄλλοις γὰρ ὀνόμασι κέχρηνται οἱ Ἕλληνες, φέρε εἰπεῖν ἐπὶ ἵππου καὶ κυνός, ἄλλοις δὲ Αἰγύπτιοι καὶ Ῥωμαῖοι, καὶ ἕτερον ἔθνος ἄλλοις. ὅτι δὲ τὰ μὴ παρὰ πᾶσι τὰ αὐτὰ οὐ φύσει ἀλλὰ θέσει, καὶ τοῦτο πρόδηλον· εἰ γὰρ ἦσαν φύσει, ἔδει παρὰ πᾶσιν τὰ αὐτὰ εἶναι· ἡ γὰρ φύσις πανταχοῦ τὸ αὐτὸ δημιουργεῖ. Ὅτι δὲ
25τὰ νοήματα καὶ τὰ πράγματα παρὰ πᾶσι τὰ αὐτὰ καὶ διὰ τοῦτο φύσει δῆλον· οὐ γὰρ ἕτερον νόημα ἔχει περὶ τοῦ ἵππου Αἰγύπτιος ἕτερον δὲ Ἕλλην, ἀλλὰ τὸ αὐτὸ νόημα. καὶ πάλιν τὸ πρᾶγμα οὐκ ἔστιν ἕτερόν τι
παρὰ τοῖσδε ὁ ἵππος ἕτερον δὲ παρὰ ἄλλοις, ἀλλὰ παρὰ πᾶσι τὸ αὐτό.1
in Int
.

2

ὥστε αὐτὰ μὲν φύσει, ἐκεῖνα δὲ θέσει. καὶ ταῦτα μὲν ἐν τῷ α μέρει τοῦ προοιμίου διεξέρχεται· ἐν δὲ τῷ β μέρει, ὡς ἔφην, ἀναλογίαν τινὰ παραδίδωσι τῶν φωνῶν πρὸς τὰ νοήματα, ὅτι ὥσπερ ἐστὶν ἐν τῇ ψυχῇ ἁπλοῦν νόημα ἐν ᾧ οὐκ ἔστιν ἀληθεύειν ἢ ψεύδεσθαι, οἷον τὸ νοῆσαι
5Σωκράτη χωρὶς ἐνεργείας τινὸς ἢ πάθους, ἔστιν δὲ καὶ σύνθετον νόημα, ὅταν νοήσῃ ἐνεργοῦντα αὐτὸν ἢ πάσχοντά τι, ἐν ᾧ θεωρεῖταί πως ἢ τὸ ἀληθὲς ἢ τὸ ψεῦδος, οὕτως καὶ ἐν ταῖς φωναῖς ἐστιν ἁπλῆ φωνή, εἰς ἣν οὐκ ἔστι θεωρῆσαι τὸ ἀληθὲς ἢ τὸ ψεῦδος, ἐν δὲ τῇ συνθέτῳ πάντως θά‐ τερον τούτων. ἐν οἷς καὶ τὸ δεύτερον μέρος τοῦ προοιμίου καὶ ἡ παροῦσα
10θεωρία σὺν θεῷ πληροῦται. Πρῶτον. τοῦ πρώτου πενταχῶς λεγομένου, ὡς ἤδη φθάσαντες ἐν ταῖς Κατηγορίαις μεμαθήκαμεν, ἐνταῦθα τὸ πρῶτον ληπτέον ἢ κατὰ χρόνον ἢ κατὰ τάξιν· οὕτως γὰρ τάξις τις φυλάττεται προορισθέντων τούτων περὶ ὧν μέλλει διαλέγεσθαι ἐν τῷ α τμήματι. δῆλον δὲ ὅτι καὶ ὁ χρόνος
15προηγεῖται, ἐν ᾧ περὶ τούτων διαλέγεται, τοῦ χρόνου ἐν ᾧ περὶ τῶν ἄλλων διαλέγεται. Θέσθαι. ἰστέον ὅτι τὸ θέσθαι ἑξαχῶς λέγεται. λέγεται γὰρ θέσις καὶ ἡ παράδοξος ὑπόληψίς τινος τῶν ἐν φιλοσοφίᾳ γνωρίμων, ὡς ἔλεγεν ὁ Ἡράκλειτος πάντα τὰ ὄντα ἐν κινήσει εἶναι καὶ στάσεως μηδεμιᾶς μετέχειν·
20πάλιν Παρμενίδης ἓν ἐδόκει εἶναι τὸ ὄν. λέγεται θέσις καὶ ἡ ὑπόθεσις, ὡς λέγομεν ‘ὑποκείσθω ἡ γῆ σημείου τε καὶ κέντρου λόγον ἐπέχουσα πρὸς τὴν ἡλιακὴν σφαῖραν‘. λέγεται θέσις καὶ ἡ ἔκθεσις, ὡς τὸ ‘ἐκκείσθω ἡ γραμμὴ μῆκος ἔχουσα τόσον‘. λέγεται θέσις καὶ τὰ θετικὰ ἐπιρρήματα, ἃ παρὰ τοῖς ῥήτορσιν, ὡς τὸ γαμητέον, πλευστέον. παρὰ τοῖς ῥήτορσι δὲ
25εἴπομεν, ἐπειδὴ διαφέρουσι τὰ ῥητορικὰ τῶν διαλεκτικῶν τῷ καθολικῷ καὶ μερικῷ. ὁ μὲν γὰρ διαλεκτικὸς φιλόσοφος τὸ καθόλου φησίν ‘ἐὰν ἄρα δεῖ γαμεῖν ἢ πολεμεῖν ἢ πλεῖν‘, ὁ δὲ ῥήτωρ ‘εἰ δέοι τόνδε ἢ τόνδε γῆμαι γυναῖκα‘. λέγεται θέσις καὶ ἡ ὁμολογία. ἀμέλει γοῦν ἀναθέσθαι λέγομεν τὸν ἀναπαλαίσαντα τὴν ὁμολογίαν, ὡς ὁ Πλάτων ἐν τῷ Γοργίᾳ φησίν· ‘εἰ
30βούλῃ ἀναθέσθαι, ὦ Καλλίκλεις, ἀνάθου· δίκαιος γὰρ εἶ‘· τοῦτό ἐστιν ‘εἰ βούλῃ τὴν ὁμολογίαν ἀναπαλαῖσαι καὶ τὰς προτάσεις, ἀναπάλαισον‘. λέγεται θέσις καὶ ἐπὶ τῶν ὁρισμῶν· οὗτοι γὰρ ὡς τῶν ἀποδείξεων προ‐ υποκείμενοι λέγονται θέσεις. δεῖ γὰρ φέρε εἰπεῖν τὸ τρίγωνον ὁρίσασθαι καὶ μετὰ ταῦτα δεῖξαι τί καθ’ αὑτὸ πέφυκεν τῷ τριγώνῳ ὑπάρχειν, τοῦτ’
35ἔστιν ὅτι τὰς γωνίας δυσὶν ὀρθαῖς ἴσας ἔχει. καὶ πάλιν τὸν ἄνθρωπον πρότερον ὁρίσασθαι δεῖ, καὶ οὕτως γνῶναι τί πέφυκεν τῷ ἀνθρώπῳ ὑπάρχειν.
ἐνταῦθα δὲ δῆλον ὅτι τὸ θέσθαι ἐπὶ τοῦ ὁρίσασθαι ἔλαβεν, ἐπειδὴ πρό‐2
in Int
.

3

κειται αὐτῷ εἰπεῖν τί ἐστιν ὄνομα ἢ ῥῆμα καὶ τὰ λοιπά. τὸ δὲ τί ἐστιν, ὡς πολλάκις ἡμῖν εἴρηται, ** εἰ μὴ δι’ ὁρισμοῦ· οὐ γὰρ ἡμῖν δῆλον. τί ὄνομα καὶ τί ῥῆμα. ἐζήτησάν τινες περὶ τῆς τάξεως τούτων, διότι προέταξεν τὸ ὄνομα τοῦ ῥήματος. καὶ λέγομεν ὅτι ὡς κοινότερον
5ἰδικωτέρου προέθηκεν αὐτό. τὸ μὲν γὰρ ῥῆμα λέγεται ὄνομα, τὸ δὲ ὄνομα ῥῆμα οὐ λέγεται. αὐτὸς γὰρ Ἀριστοτέλης παρακατιὼν λέγει ‘αὐτὰ δὲ τὰ ῥήματα καθ’ ἑαυτὰ λεγόμενα ὀνόματά εἰσιν‘. πολλάκις γοῦν ἡμεῖς φαμεν Πλάτωνα καλοῖς ὀνόμασι κεχρῆσθαι, μὴ μόνον ὀνόμασιν, ἀλλὰ καὶ ῥήμασιν καὶ ἄλλοις μέρεσι τοῦ λόγου χρωμένου αὐτοῦ. καὶ ὅτι τὸ μὲν ὄνομα τῆς
10ὑπάρξεως καὶ τῆς οὐσίας ἐστὶν σημαντικόν, τὸ δὲ ῥῆμα τῆς οὐσίας ἐνέργειαν σημαίνει, προτερεύει δὲ ἡ οὐσία τῆς ἐνεργείας, εἰκότως καὶ τὸ ὄνομα τοῦ ῥήματος προταχθήσεται· ὡς γὰρ ἔχουσι τὰ πράγματα, οὕτως καὶ οἱ περὶ αὐτῶν ἔχουσι λόγοι. ἠπόρησαν δέ τινες, διὰ τί η μερῶν ὄντων τοῦ λόγου μόνον τῶν δύο τούτων ἐμνημόνευσεν, ὀνόματός τέ φημι καὶ ῥήματος.
15καὶ εἰ μὲν εἴποι τις ὅτι ταῦτα μόνα ἀλλήλοις συμπλεκόμενα τὸν λόγον αὐτοτελῆ ποιοῦσι, τὰ δὲ ἄλλα οὔ, ψεύδεται· καὶ γὰρ καὶ μετοχὴ καὶ τὸ καλούμενον ἀπαρέμφατον καὶ ἀντωνυμία συμπλέκονται καὶ ποιοῦσι λόγον αὐτοτελῆ. οἷον ἀντωνυμία καὶ ῥῆμα ‘ἐγὼ περιπατῶ‘, ** ‘ὁ τρέχων βαδίζει‘, ὅλα ἀπαρέμφατα ῥήματα ‘τὸ φιλοσοφεῖν εὐδαιμονεῖν ἐστιν‘.
20λέγομεν οὖν ὅτι πάντα ταῦτα εἰς ὄνομα καὶ ῥῆμα ἀναφέρει· καὶ εἰ μὲν ἐπέχουσι τόπον ὑποκειμένου, ταῦτα καλεῖ ὀνόματα, εἴτε ῥήματα ὦσιν εἴτε μετοχαὶ εἴτε ἀντωνυμίαι εἴτε καὶ τὰ παρὰ γραμματικοῖς ὀνόματα. οἷον ἐὰν ᾖ ὄνομα τοῦ ὑποκειμένου τάξιν ἐπέχον ὡς τὸ ‘Σωκράτης δίκαιός ἐστιν‘, τὸ Σωκράτης ὄνομα καλεῖ, ἐπειδὴ τόπον ἔχει ὑποκειμένου· εἰ δὲ ῥῆμα ὡς
25‘τὸ φιλοσοφεῖν εὐδαιμονεῖν ἐστιν‘, τὸ φιλοσοφεῖν ὄνομα καλεῖν ἀξιοῖ. εἰ δὲ μετοχὴ ὥσπερ ‘ὁ τρέχων βαδίζει‘, καὶ ἡ μετοχὴ ὄνομα παρ’ αὐτῷ λέγεται. καὶ εἰ ἀντωνυμία λαμβάνεσθαι συμβαίη, ὀνόματος προσηγορίας τυγχάνει, ὡς τὸ ‘ἐγὼ περιπατῶ‘, ἐπειδὴ ὑποκειμένου τάξιν ἐπέχει. πάντα δὲ τὰ κατηγορουμένου τάξιν ἐπέχοντα ῥήματα καλεῖν εἴωθεν, ὁποῖον ἂν εἴη
30μέρος τοῦ λόγου, ὡς ‘τὸ ζῷον οὐσία‘· τὸ οὐσία ῥῆμά φησιν, καίπερ ὄνομα ὄν, ἐπειδὴ κατηγορεῖται τοῦ ζῴου. τῶν δὲ παρὰ γραμματικοῖς ἄλλων μερῶν τοῦ λόγου μνήμην οὐκ ἐποιήσατο, διότι οὐκ εἰσὶν κυρίως μέρη λόγου, ἀλλὰ τὰ μὲν ἐξ αὐτῶν ὡς ἐπὶ τῶν ἐπιρρημάτων σχέσιν μόνως σημαίνουσι τοῦ κατηγορουμένου πρὸς τὸ ὑποκείμενον, ὡς τὸ ‘καλῶς βαδίζει‘ καὶ ‘εὖ
35διαλέγεται‘ καὶ ‘ἀναγκαίως ἀναπνεῖ‘. ὥσπερ γὰρ ἐπὶ τοῦ πλοίου φαμὲν τὰς μὲν σανίδας μέρη, τὴν δὲ κόλλαν καὶ τοὺς ἥλους καὶ τοὺς γόμφους μέρη γε οὔ, ἀλλὰ συμβαλλόμενα πρὸς τὰ μέρη, οὕτως καὶ ταῦτα μέρη μὲν
οὐκ εἰσὶν λόγου, ἀλλὰ λέξεως μέρη ἧς καὶ ὁ λόγος μέρος.3
in Int
.

4

ἔπειτα τί ἐστιν ἀπόφασις καὶ κατάφασις. εἰκότως τὸ ὄνομα καὶ τὸ ῥῆμα τούτων προέταξεν· ὡς ἁπλούστερόν φησιν. διὰ τί δὲ τὰ χείρω προέταξε τῶν κρειττόνων, οἷον τὴν ἀπόφασιν τῆς καταφάσεως, τὴν κατά‐ φασιν τῆς ἀποφάνσεως καὶ ταύτην τοῦ λόγου; φαμὲν οὖν εἰκότως τοῦτο
5πεποίηκεν, διότι τὸ πέρας τῶν φθασάντων ἀρχὴν τῶν μελλόντων πεποίηκε. ἐπειδὴ γὰρ κατήντησεν εἰς τὸν λόγον, ἄρχεται περὶ αὐτοῦ διαλέγεσθαι, πρῶτον μὲν ἵνα συνεχῆ ποιήσει τὴν διδασκαλίαν, ἔπειτα δὲ ὅτι καὶ ἐν τῷ λόγῳ τῆς ἀποφάνσεως μέμνηται τοῦ λόγου, καὶ τῆς ἀποφάνσεως πάλιν μέμνηται ἐν τῷ τῆς καταφάσεως καὶ ἀποφάσεως λόγῳ. τὰ δὲ λαμβανόμενα ἐν τῷ
10ὁρισμῷ τινος γνωριμώτερα βούλονται εἶναι τοῦ ἐν ᾧ λαμβάνονται. Ὅτι μὲν τῶν διαιρέσεων κυριώτατοι τρεῖς εἰσιν τρόποι μεμαθήκαμεν, ὡς γένος εἰς εἴδη, ὡς ὅλον εἰς μέρος, ὡς ὁμώνυμος φωνὴ εἰς διάφορα σημαινόμενα. καὶ ὅτι ἡ ἀπόφανσις καθολικωτέρα ἐστὶν καὶ διαιρεῖται εἰς κατάφασιν καὶ ἀπόφασιν καὶ ὡμολόγηται· ζητητέον δὲ κατὰ ποῖον τρόπον
15διαιρεῖται. ὅτι μὲν οὖν ὡς ὅλον εἰς μέρη ἀδύνατον, τοῦτο αὐτόθεν ὡμο‐ λόγηται· ἐρρέθη γὰρ ὅτι τὰ τεμνόμενα ὡς ὅλον εἰς μέρη ἢ εἰς ὁμοιομερῆ διαιρεῖται ὡς σὰρξ εἰς σάρκας καὶ ὀστοῦν εἰς ὀστοῦν, ἢ εἰς ἀνομοιομερῆ ὡς Σωκράτης εἰς χεῖρας πόδας κεφαλήν· καὶ ὅτι τὰ ὁμοιομερῆ καὶ τὸ ὄνομα καὶ τὸν ὁρισμὸν οὐ μόνον τοῦ ὅλου δέχονται ἀλλὰ καὶ ἀλλήλων, τὰ
20δ’ ἀνομοιομερῆ οὐκέτι. ἡ οὖν ἀπόφανσις οὐ δύναται διαιρεῖσθαι ὡς ὅλον εἰς μέρη οὔτε ὡς ὁμοιομερῆ οὔτε ὡς ἀνομοιομερῆ. ὡς ὁμοιομερῆ μὲν οὐ δύναται, ἐπειδὴ τὰ τμηθέντα, εἰ καὶ τὸ ὄνομα τοῦ ὅλου δέχονται (καλεῖται γὰρ καὶ ἡ κατάφασις καθ’ ἑαυτὴν ἀπόφανσις καὶ ἡ ἀπόφασις ὁμοίως), ἀλλ’ οὖν τὸ ὄνομα καὶ τὸν ὁρισμὸν ἀλλήλων οὐκ ἐπιδέχονται· οὔτε γὰρ ἡ ἀπό‐
25φασις καὶ κατάφασις λέγεται οὔτε πάλιν ἡ κατάφασις ἀπόφασις. ἀλλὰ μὴν οὐδὲ ὁρισμὸν ἀλλήλων ἐπιδέχονται. οὔτε δὲ ὡς εἰς ἀνομοιομερῆ τέμνεται. ἐρρέθη γὰρ ὅτι τὰ ἀνομοιομερῆ οὐκ ἐπιδέχονται τοῦ ὅλου τὸ ὄνομα· οὐδεὶς γὰρ λέγει τὸν πόδα ἢ τὴν κεφαλὴν ἢ τὴν χεῖρα Σωκράτους Σωκράτην. ἐν‐ ταῦθα δέ, ὡς εἴπομεν, καὶ ἡ ἀπόφασις καὶ ἡ κατάφασις τῷ τοῦ ὅλου ὀνό‐
30ματι λέγονται ἀποφάνσεις. οὕτως μὲν οὖν οὐ δύναται ὡς ὅλον εἰς μέρη διαιρεῖσθαι ἡ ἀπόφανσις εἰς κατάφασιν καὶ ἀπόφασιν. ἀμφιβάλλονται δὲ λοιπόν, εἰ ἄρα ὡς γένος εἰς εἴδη, ὡς δοκεῖ τῷ Πορφυρίῳ, ἢ ὡς ὁμώνυμος φωνὴ εἰς διάφορα σημαινόμενα, ὡς ὁ Ἀλέξανδρος ἐπέστησεν. ἡμεῖς δὲ ἡνίκα Ἀριστοτέλης ὁρίζεται ἕκαστον αὐτῶν, προφέροντες ἑκατέρων τῶν
35ἐξηγητῶν τὰς ἐπιχειρήσεις κατὰ δύναμιν διακρίνομεν. Ἔστιν οὖν τὰ ἐν τῇ φων. ἐν τῇ φωνῇ εἶπεν, ἵνα σημάνῃ τὰ ὀνόματα καὶ τὰ ῥήματα· ταῦτα γὰρ οὐκ εἰσὶν ἁπλῶς φωναί, ἀλλὰ ἐν τῇ φωνῇ. διὸ οὐκ εἶπεν ‘αἱ φωναί εἰσιν σύμβολα τῶν ἐν τῇ ψυχῇ παθη‐
μάτων‘, ἀλλὰ τὰ ἐν τῇ φων.4
in Int
.

5

καὶ τὰ γραφόμενα τῶν ἐν τῇ φωνῇ. καλῶς εἶπεν τὰ γραφόμενα καὶ οὔτε γράμματα οὔτε στοιχεῖα, ἐπειδὴ τὸ μὲν γράμμα πρωτοτύπως μὲν σημαίνει τὸν τύπον καὶ τὸν χαρακτῆρα τῆς ξέσεως, ὡς καὶ ὁ ποιητὴς
5
νῦν δέ μ’ ἐπιγράψας ταρσὸν ποδὸς εὔχεαι αὔτως· κατὰ δεύτερον δὲ λόγον τὴν ἐκφώνησιν καὶ τὴν δύναμιν σημαίνει. τὸ δὲ στοιχεῖον ἔμπαλιν κατὰ μὲν πρῶτον λόγον καὶ πρωτοτύπως τὴν ἐκφώνησιν καὶ τὴν δύναμιν, οἷον τὸ δύνασθαι τάδε στοιχεῖα συντάττεσθαι καὶ ἐκ‐ φωνεῖσθαι ἢ μή· κατὰ δεύτερον δὲ λόγον τὸν χαρακτῆρα. διὰ τὸ ἀναμφί‐
10βολον οὖν οὔτε στοιχεῖα εἶπεν οὔτε γράμματα, ἀλλὰ γραφόμενα· τὸ γὰρ γραφόμενον, τοῦτ’ ἔστιν αὐτὸς ὁ τύπος, σύμβολόν ἐστιν τῶν ὀνομάτων. οὐ γὰρ ἡ ἐκφώνησις· ἡ ἐκφώνησις γὰρ μέρος ἐστὶν τῆς φωνῆς. καὶ ταῦτα μὲν Ἀμμώνιος ὁ φιλόσοφος. ὁ δὲ ἡμέτερος διδάσκαλός φησιν ὅτι Ἀριστο‐ τέλης μὲν κατεχρήσατο γραφόμενα εἰπὼν ἀντὶ τοῦ γράμματα, ἐπεὶ τὸ
15γραφόμενον οὔπω ἔστιν ὡς γινόμενον· τὸ δὲ μήπω ὂν πῶς ἐνδέχεται σύμβολον εἶναι τινός; καὶ δεύτερον πόθεν ἔχουσι δεῖξαι ὅτι τὸ μὲν γράμμα πρωτοτύπως μὲν τόδε σημαίνει κατὰ δεύτερον δὲ τόδε, τὸ 〈δὲ〉 στοιχεῖον τοὐναντίον ἐστίν; οὐδεὶς γὰρ τῶν παλαιῶν φιλοσόφων τε καὶ ἐξηγητῶν εἶπεν τοῦτο οὔτε Ἀλέξανδρος οὔτε Πορφύριος.
20 Ὧν μέντοι ταῦτα σημεῖα πρώτως, τὰ αὐτὰ πᾶσι παθή‐ ματα τῆς ψυχῆς. πρώτως εἶπεν σημεῖα εἶναι τὰ ὀνόματα καὶ τὰ ῥήματα τῶν νοημάτων, διότι δευτέρως καὶ τῶν πραγμάτων σημεῖά ἐστιν. τῶν γὰρ δ τούτων τὰ μὲν μόνως ἐξαγγέλλουσιν, ὥσπερ τὰ γραφόμενα, τὰ δὲ μόνως ἐξαγγέλλονται, ὥσπερ τὰ πράγματα, τὰ δὲ καὶ ἐξαγγέλλουσι καὶ ἐξαγγέλ‐
25λονται, ὥσπερ τὰ νοήματα καὶ αἱ φωναί. ἐξαγγέλλουσι μὲν τὰ πρὸ αὐτῶν, ἐξαγγέλλονται δὲ ὑπὸ τῶν μετ’ αὐτά. οἷον τὰ νοήματα ἐπειδὴ δεύτερα μέν εἰσιν τῶν πραγμάτων, πρῶτα δὲ τῶν φωνῶν καὶ τῶν γραμμάτων, ἐξ‐ αγγέλλουσι μὲν τὰ πράγματα, ἐξαγγέλλονται δὲ ὑπὸ τῶν φωνῶν 〈καὶ〉 τῶν γραφομένων. πάλιν αἱ φωναὶ κατὰ τὸν αὐτὸν τρόπον ἐξαγγέλλουσι μὲν
30τὰ πράγματα καὶ τὰ νοήματα, ἐξαγγέλλονται δὲ ὑπὸ τῶν γραφομένων. τὰ μέντοι πράγματα οὔτε ἐξαγγέλλουσί ποτε, ἐπειδὴ οὐδέν ἐστιν πρὸ αὐτῶν, οὐδὲ τὰ γραφόμενα ἐξαγγέλλονται ὑπό τινος, ἐπειδὴ οὐκ ἔχουσί τι μετ’ αὐτά. καὶ ἔστιν φύσει μὲν πρότερον τὸ πρᾶγμα τῶν ἄλλων· δεῖ γὰρ πρό‐ τερον εἶναι φέρε εἰπεῖν τὸν ἵππον καὶ οὕτως τὸ περὶ αὐτὸν νόημα, μετὰ
35δὲ τὸ νόημα τοῦ ἵππου καὶ τὸ ὄνομα, μετὰ δὲ τὸ ὄνομα τὰ γράμματα, εἴπερ ὅλως εἰσὶν γράμματα. Καὶ ὧν ταῦτα ὁμοιώματα, πράγματα ἤδη τὰ αὐτά.
ἰστέον ὅτι τὰ νοήματα τῶν πραγμάτων ὁμοιώματα εἶπεν, τὰ δὲ ὀνό‐5
in Int
.

6

ματα τῶν νοημάτων σύμβολα. διαφέρουσι δὲ τὰ ὁμοιώματα καὶ τὰ σύμβολα κατὰ τοῦτο, διότι τὸ μὲν ὁμοίωμα ὡς οἷόν τε εἰκονίζεται τῷ πράγματι, οἷον ὁμοίωμα τοῦ Σωκράτους ἡ εἰκὼν κατὰ δύναμιν ἀπομάσσεται αὐτὸν τὸν χαρακτῆρα τοῦ Σωκράτους, 〈ὡσ〉 εἶναι αὐτὸν προκοίλιον ἐξόφθαλμον φαλα‐
5κρὸν καὶ τὰ τοιαῦτα, ὅσον δυνατόν ἐστι γράψαι καὶ ὁμοιῶσαι Σωκράτει· τὸ δὲ σύμβολον οὐχ οὕτως. ἐφ’ ἡμῖν γάρ ἐστι ποιῆσαι σύμβολον πολέμου, ὃ δ’ ἂν θέλωμεν, οἷον καὶ πυρὸς ῥῖψιν καὶ δόρατος ἀνάτασιν καὶ τὰ τοιαῦτα. τὸ δὲ ὁμοίωμα οὐκ ἔστιν ἐν τῷ ζωγράφῳ ἄλλως καὶ ἄλλως ποιῆσαι, ἀλλ’ ὡς ἔχει τὸ παράδειγμα. εἰκότως οὖν καὶ ἐπὶ μὲν τῶν νοημάτων ὁμοίωμα
10εἶπεν, διότι ἀδύνατόν ἐστιν ἄλλως καὶ ἄλλως νοῆσαι ἵππον, καὶ ἄλλως ἐκεῖνον· τὰ δὲ ὀνόματα, ἐπειδὴ ἐνδέχεται ἄλλως μὲν καὶ δι’ ἄλλου ὀνό‐ ματος σημαίνειν ἐμὲ τὸ πρᾶγμα, καὶ δι’ ἄλλου ὀνόματος ἐκεῖνον, εἰκότως εἶπεν σύμβολα. Ἔστι δὲ ὥσπερ ἐν τῇ ψυχῇ ὁτὲ μὲν νόημα ἄνευ τοῦ
15ἀληθεύειν ἢ ψεύδεσθαι. ἐνταῦθα τὸ δεύτερον μέρος τοῦ προοιμίου, ἐν ᾧ, ὥσπερ εἴπομεν, ἀναλογίαν παραδίδωσι τῶν φωνῶν πρὸς τὰ νοήματα. ἔστι δὲ ἀναλογία ἡ τῶν λόγων ὁμοιότης, οἷον ὡς τόδε πρὸς τόδε, ὡς ἁπλοῦν νόημα πρὸς τὴν ἁπλῆν φωνήν. ὥσπερ γὰρ ἐν τῷ ἁπλῷ νοήματι οὐκ ἔστιν τὸ ἀληθὲς καὶ τὸ ψεῦδος, οὕτως καὶ ἐν τῇ ἁπλῇ φωνῇ· καὶ ὥσπερ ἐν
20τῷ συνθέτῳ νοήματι πάντως ἐστὶν τὸ ἀληθὲς ἢ τὸ ψεῦδος, οὕτως καὶ ἐν τῷ συνθέτῳ λόγῳ ἔστιν. ἐν τούτῳ καὶ αὕτη ἐστὶν ἡ ἀναλογία. Περὶ γὰρ σύνθεσιν καὶ διαίρεσίν ἐστιν τὸ ψεῦδός τε καὶ τὸ ἀληθές. ἰστέον ὅτι σύνθεσιν καλεῖ τὴν κατάφασιν, διότι συντί‐ θεται τὸ κατηγορούμενον τῷ ὑποκειμένῳ, διαίρεσιν δὲ τὴν ἀπόφασιν,
25διότι διαιρεῖται τὸ κατηγορούμενον διὰ τῆς οὔ ἀρνήσεως ἐκ τοῦ ὑποκειμένου. Οἷον τὸ ἄνθρωπος ἢ τὸ λευκόν. ἰστέον ὅτι τὸ λευκὸν ὄνομά ἐστιν καὶ πτωτικὸν ὄνομα καὶ ὅμως ἀντὶ ῥήματος αὐτὸ ἔλαβεν. εἴπομεν γὰρ ὅτι ἡνίκα τάξιν ἐπέχει κατηγορουμένου, κἂν ὄνομα ᾖ κἂν ῥῆμα, ῥῆμα λέγεται.
30 Ἢ ἁπλῶς ἢ κατὰ χρόνον. ἁπλῶς λέγει τὸν ἐνεστῶτα χρόνον, κατὰ χρόνον δὲ τὸν πέριξ τοῦ ἐνεστῶτος χρόνον, οἷον τὸν παρελθόντα καὶ τὸν μέλλοντα. ταῦτα ἔχει ἡ πρᾶξις.
33tΠρᾶξις β. Περὶ ὀνόματος.
34tὌνομα μὲν οὖν ἐστιν φωνὴ σημαντικὴ κατὰ συνθήκην
35tἄνευ χρόνου, ἧς μηδὲν μέρος ἐστὶν σημαντικὸν κεχωρισμένον.
36Διὰ τί μὲν προέταξεν τὸ ὄνομα τοῦ ῥήματος, ἤδη φθάσαντες τὴν αἰτίαν
ἀποδεδώκαμεν. ὁρίζεται δὲ τὸ ὄνομα, ἤγουν ὑπογράφει, τοῦτον τὸν τρόπον·6
in Int
.

7

ὄνομά ἐστι φωνὴ σημαντικὴ κατὰ συνθήκην ἄνευ χρόνου, ἧς μηδὲν μέρος ἐστὶν σημαντικὸν κεχωρισμένον· οἷον φέρε εἰπεῖν Σωκράτης φωνή ἐστιν καὶ σημαντικὴ καὶ κατὰ συνθήκην, τοῦτ’ ἔστιν θέσει, καὶ ἄνευ χρόνου (οὐ γὰρ σημαίνει χρόνον), καὶ τῶν μερῶν αὐτοῦ τι κε‐
5χωρισμένον, οἷον ἡ σω συλλαβὴ ἢ ἡ κρα οὐδὲν σημαίνει. ἐξηγησώμεθα λοιπὸν ἑκάστου τοῦ ὁρισμοῦ λέξιν. φωνὴν τοίνυν εἶπεν ἀντὶ γένους. οὐ γάρ ἐστιν κυρίως γένος ἡ φωνὴ [ἡ] τοῦ ὀνόματος, διότι τὸ μὲν ὄνομα θέσει, ἡ δὲ φωνὴ φύσει· ἀδύνατον δὲ ἐπὶ τῶν γενῶν καὶ τῶν εἰδῶν εἶναι τὸ μὲν ἐξ αὐτῶν φύσει, τὸ δὲ θέσει. ἀλλὰ τὴν φωνὴν ὡς ὕλην ἔλαβεν
10ἀναλογοῦσαν τῷ γένει· ὡς γὰρ πολλάκις μεμαθήκαμεν, τῷ μὲν γένει ἀνα‐ λογεῖ ἡ ὕλη, ταῖς δὲ συστατικαῖς διαφοραῖς τὸ σχῆμα τὸ τοιόνδε ἤτοι τὸ εἶδος. ὥσπερ οὖν φαμεν ὅτι θεωρίς ἐστιν ξύλον τοιῶσδε κατεσκευα‐ σμένον, ἐκ τῆς ὕλης καὶ τοῦ εἴδους ποιούμενοι τὴν ὑπογραφήν, ἐνταῦθα τὴν φωνὴν ὕλην οὖσαν τοῦ ὀνόματος ὡς γένος ἔλαβεν, τὸ δὲ σημαντικὴ
15καὶ τὰ λοιπὰ ὡς συστατικὰς διαφορὰς διακρινούσας τὴν τοιάνδε φωνὴν ἀπὸ τῶν ἀσήμων φωνῶν, τῶν τε ἀνάρθρων καὶ ἐνάρθρων, ἀνάρθρων τε σημαντικῶν, ὡς τῶν ἁπλῶς ψόφων καὶ τῆς ὑλακῆς τοῦ κυνός, ἐνάρθρων δὲ ὡς τὸ τραγέλαφος καὶ βλίτυρι καὶ τὰ τοιαῦτα. κατὰ συνθήκην δὲ εἶπεν ἀντὶ τοῦ θέσει· συνέθεντο γὰρ οἱ μὲν Αἰγύπτιοι τοῖσδε τοῖς ὀνόμασι
20καλεῖσθαι τὰ πράγματα. Ἕλληνες δὲ τοῖσδε, ὡσαύτως ἄλλοι ἄλλως. εἴρη‐ ται δὲ πρὸς ἀντιδιαστολὴν τῶν ἄλλων ζῴων [ὡς] τῆς τοῦ κυνὸς ὑλακῆς· καὶ γὰρ ἡ τοῦ κυνὸς ὑλακὴ φωνή ἐστι καὶ σημαντική (δηλοῖ γὰρ ἢ φίλων ἢ ξένων παρουσίαν), ἀλλ’ οὐ κατὰ συνθήκην· ἀλλ’ οὐ συνέθεντο οἱ κύνες ὅτι ‘τῇ παρουσίᾳ τοῦ ξένου ὑλακτήσωμεν‘. τὸ δὲ ἄνευ χρόνου εἶπεν
25διὰ τὰ ῥήματα· ὁ γὰρ ἄνθρωπος χρόνον οὐ σημαίνει. ἀλλ’ ἀποροῦσί τινες καὶ τί λέγομεν περὶ τῶν χρονικῶν ὀνομάτων, οἷον τὸ χθεσινός, σημερινός, ἑσπερινός, περυσινός· αὐτόθεν γὰρ χρόνον σημαίνουσι. πῶς οὖν εἶπεν ἄνευ χρόνου εἶναι τὰ ὀνόματα; πρὸς τοῦτο λέγομεν, ὅ φησιν ὁ φιλόσοφος Πορφύριος, ὅτι ἄνευ χρόνου ληπτέον ἐνταῦθα τὸ μὴ προσσημαῖνον χρόνον.
30τὰ γὰρ ῥήματα οὐ σημαίνουσι χρόνον ἀλλὰ προσσημαίνουσι. τὸ γὰρ τύπτειν καὶ τὸ τύπτεσθαι πρὸς τῇ τοιᾷδε ἐνεργείᾳ καὶ τῷ τοιῷδε πάθει σημαίνει καὶ τὸν ἐνεστῶτα χρόνον· ὁμοίως καὶ ἐπὶ τῶν ἄλλων χρόνων τοῦ ῥήματος τοῦ τε μέλλοντος καὶ τοῦ παρῳχημένου. τὰ δὲ εἰρημένα χρονικὰ ὀνόματα οὐ προσσημαίνουσι μετὰ χρόνου τί ποτε, φημὶ δὴ ἐνέρ‐
35γειαν ἢ πάθος. Ἧς τῶν μερῶν οὐδέν ἐστι σημαντικὸν κεχωρισμένον.
καλῶς τοῦτο εἶπεν· οὐδὲ γὰρ ἐὰν ἐκ τοῦ ἄνθρωπος ὀνόματος ἡ αν7
in Int
.

8

χωρισθῇ, σημαίνει τί ποτε ὡς μέρος οὖσα τοῦ ἀνθρώπου. εἴρηται δὲ τοῦτο πρὸς ἀντιδιαστολὴν τῶν λόγων τῶν μὴ ἐχόντων ῥήματα, οἷον
ὦ μάκαρ Ἀτρείδη, μοιραγενές, ὀλβιόδαιμον καὶ
5
αἲ γάρ, Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον 〈καὶ〉
ναὶ μὰ τόδε σκῆπτρον. ἐνταῦθα γὰρ τὰ μὲν ἄλλα τὰ αὐτά· καὶ φωνὴ γάρ ἐστιν καὶ σημαντικὴ καὶ κατὰ συνθήκην καὶ ἄνευ χρόνου· ἀλλὰ τὸ μέρος χωρισθὲν σημαί‐
10νει τι, ἢ ποιότητα ἢ ὕπαρξιν ἢ ἕτερόν τι τοιοῦτον. πρὸς ἀντιδιαστολὴν οὖν τῶν τοιούτων λόγων εἶπεν ‘ἧς τῶν μερῶν τι κεχωρισμένον οὐδὲν σημαίνει‘. ὡρισμένην δὲ φύσιν εἰσάγουσα εἶπεν διὰ τὸ οὐκ ἄνθρω‐ πος. τοῦτο γὰρ τὰ μὲν ἄλλα πάντα τὰ αὐτὰ ἔχει· ἐπειδὴ δὲ ὡρισμένην τινὰ οὐκ εἰσάγει οὐσίαν, διὰ τοῦτο οὐκ ἔστιν ὄνομα· ἓν μὲν γὰρ ἀναιρεῖ,
15ἄλλα δὲ πολλά, μᾶλλον δὲ ἄπειρα καὶ ἀόριστα εἰσάγει. αὐτὸς δὲ ἐκ περι‐ ουσίας καὶ ἐκ τοῦ μᾶλλον κατεσκεύασεν ὅτι τὸ μέρος τοῦ ὀνόματος κεχω‐ ρισμένον οὐδέν ἐστι σημαντικόν. εἰ γὰρ ἐν τοῖς συνθέτοις ὀνόμασιν, οἷον φέρε εἰπεῖν ἐν τῷ Κάλλιππος καὶ ἐν τῷ ἐπακτροκέλης, ἔνθα παρέχουσιν ὑπόνοιαν καὶ φαντασίαν τὰ μέρη χωριζόμενα ἄλλο τι οἷον ἐν τῷ Κάλλιππος
20τὸ ἵππος χωρισθὲν σημαίνειν τὸ ἄλογον καὶ χρεμετιστικὸν ζῷον, καὶ ἐν τῷ ἐπακτροκέλης τὸ κέλης σημαίνειν τὸν μονόζυγα ἵππον (ἐπακτροκέλης δέ ἐστιν εἶδος λῃστρικοῦ πλοίου· μέμνηται Αἰσχίνης λέγων “εἰς τὸν ἐπακτροκέ‐ λητα ἐμβιβάζει”), εἰ οὖν τούτοις συνθέτοις ὀνόμασι τὸ μέρος χωρισθὲν οὐδὲν σημαίνει, πολλῷ πρότερον οὐδὲ ἐν τοῖς ἁπλοῖς ὀνόμασιν. ὥσπερ γὰρ
25ἐν τῇ συνθέσει τὸ ἵππος οὐδὲν ἐσήμανεν, οὕτως ἀποσπασθὲν τῆς οἰκείας ὁλότητος, εἰ καὶ φαντασίαν παρέχει, ὅμως οὐδὲν σημαίνει ὡς μέρος ἐκείνου λεχθέν. καὶ ἐν τούτοις μέν ἐστι ἡ ὑπογραφὴ τοῦ ὀνόματος· τῶν δὲ ζητου‐ μένων πρὸς τούτοις τὰ μὲν ἐν τῇ λέξει, τὰ δὲ ἐν ἑτέρᾳ θεωρίᾳ σὺν θεῷ μαθησόμεθα.
30 Ὄνομα μὲν οὖν ἐστι. ζητοῦσι διὰ τί ἐν ταῖς Κατηγορίαις διαλεχθεὶς περὶ τῶν ἁπλῶν φωνῶν πάλιν ἐνταῦθα διαλέγεται περὶ αὐτῶν· τὰ γὰρ ὀνόματα καὶ τὰ ῥήματα ἁπλαῖ φωναί. λέγομεν οὖν ὅτι ἁπλῆ φωνὴ ὄνομα ῥῆμα φάσις ὅρος ταῦτα τὰ πέντε κατὰ μὲν τὸ ὑποκείμενον οὐδὲν διαφέρουσι, μόνον δὲ κατὰ τὴν σχέσιν αὐτῶν ἐστιν ἡ διαφορά· οἷον ἄν‐
35θρωπος ὡς μὲν ἁπλῶς σημαντικόν τινος λέγεται ἁπλῆ φωνή, ὡς δὲ ὑποκεί‐
μενον λέγεται ὄνομα, ὡς δὲ κατηγορούμενον λέγεται ῥῆμα, ὡς δὲ μέρος8
in Int
.

9

προτάσεως φάσις, ὡς δὲ μέρος συλλογισμοῦ ὅρος. διελέχθη τοίνυν ἐν ταῖς Κατηγορίαις μόνον ὡς περὶ ἁπλῶν φωνῶν σημαντικῶν ἁπλῶν πραγμάτων, μηδὲν πολυπραγμονῶν, εἴτε ὄνομά ἐστιν ἢ ῥῆμα ἢ φάσις εἴτε ὅρος, ἀλλὰ μόνον σημαντικὴ φωνή· ἐνταῦθα δὲ περὶ τούτων διαλέγεται ὡς μερῶν προ‐
5τάσεων καὶ ὡς περὶ κατηγορουμένων καὶ ὑποκειμένων, ἐν δὲ τοῖς Ἀναλυ‐ τικοῖς ὡς περὶ μερῶν συλλογισμοῦ. Τὸ δὲ κατὰ συνθήκην, ὅτι φύσει τῶν ὀνομάτων οὐδέν ἐστι. ζητήσειέ τις πῶς εἶπεν Ἀριστοτέλης ἐνταῦθα φύσει τῶν ὀνο‐ μάτων οὐδέν ἐστιν· ὁ Πλάτων φαίνεται ἐν τῷ Κρατύλῳ λέγων φύσει
10τὰ ὀνόματα. ἰστέον τοίνυν ὅτι διττὸν τὸ φύσει, διττὸν καὶ τὸ θέσει. λέγεται μὲν γὰρ φύσει καὶ τὸ ἀπὸ τῆς φύσεως προαχθέν, ὡς λέγομεν ἀποτέλεσμα τῆς φύσεως εἶναι τὸν ὀφθαλμὸν ἢ ῥῖνα ἢ οὖς ἢ πόδα· λέγεται δὲ πάλιν φύσει καὶ τὸ ἁρμοδίως κείμενον, οἷον ὅταν λέγωμεν φέρε εἰπεῖν ἵππον παρὰ τὸ ἰέναι τοῖς ποσὶν καὶ ἄνθρωπον παρὰ τὸ ἄνω τὴν ὦπα, τοῦτ’ ἔστιν τοὺς
15ὀφθαλμοὺς ἄνω δύνασθαι θεωρεῖν· καὶ Ἀρχέλαον τὸν ἕξιν ἀρχικὴν ἔχοντα, ὁμοίως καὶ Βασιλικὸν ἢ Βασίλειον τὸν δυνάμενον βασιλεύειν. οὕτως μὲν οὖν ἐστιν τὸ φύσει διττόν, ἢ τὸ γενόμενον ἐκ τῆς φύσεως ἢ τὸ ἁρμοδίως κείμενον ἐπὶ τῶν εἰρημένων παραδειγμάτων *** ὅπερ οὐδὲν διαφέρει τοῦ δευτέρου σημαινομένου τοῦ φύσει, ἢ τὸ ἁπλῶς καὶ ὡς ἔτυχεν κεί‐
20μενον. ὁ μὲν οὖν Κράτυλος φύσει ἔλεγεν τὰ ὀνόματα κατὰ τὸ πρῶτον ση‐ μαινόμενον, ὁ δὲ Διόδωρος φύσει μὲν οὐκ ἔλεγεν ἀλλὰ θέσει, καὶ τοῦτο κατὰ τὸ δεύτερον σημαινόμενον τὸ ἁπλῶς καὶ ὡς ἔτυχεν. ὅθεν καὶ τοὺς ἰδίους παῖδας τοῖς τῶν συνδέσμων ὀνόμασιν ἐκάλει, Μὲν καὶ Δὲ προσαγο‐ ρεύων αὐτούς. δῆλον δὲ ὅτι θάτερος αὐτῶν οὐ καλῶς λέγει. ὁ δὲ Σωκράτης
25διαιτῶν τῷ λόγῳ ἔλεγεν φύσει εἶναι τὰ ὀνόματα, οὔτε κατὰ τὸ α σημαινόμενον τοῦ φύσει οὔτε κατὰ τὸ β τοῦ θέσει *** ὅπερ ταὐτόν ἐστιν τῷ α σημαινομένῳ τοῦ θέσει. ὅπερ ἀδύνατον εἶναι τὰ ὀνόματα δῆλον ἔκ τε τῆς ὁμωνυμίας καὶ τῆς μεταθέσεως τῶν κυρίων ὀνομάτων καὶ ἐκ τῆς πολυωνυμίας καὶ ἐκ τῶν διαλέκτων καὶ ἐκ τῶν ἐκ γενετῆς κωφῶν. εἰ γὰρ ἦν φύσει τὰ ὀνόματα, οὐκ
30ἔδει τὰ κύρια ὀνόματα μετατίθεσθαι, οἷον οὐκ ἔδει τὸν Πάριν μετακληθῆναι Ἀλέξανδρον ἢ τὸν Πύρρον Νεοπτόλεμον ἢ τὸν Ἀριστοκλέα Πλάτωνα· πάλαι γὰρ ὁ Πλάτων Ἀριστοκλῆς ὠνομάζετο. ἀλλὰ μὴν οὐδὲ πολυώνυμον τὸ αὐτὸ δέον ἦν εἶναι, οἷον μάχαιρα σπάθη ξίφος ἄορ ἐπὶ ἑνὸς κεῖνται πράγματος. τί δὲ θέλουσι καὶ τὰ ὁμώνυμα εἶναι φύσει τῶν ὀνομάτων κειμένων; 〈καὶ〉 αἱ
35διάλεκτοι δὲ δηλοῦσι μὴ ὄντα φύσει τὰ ὀνόματα· τὸ γὰρ αὐτὸ πρᾶγμα ἄλλως
καὶ ἄλλως ὀνομαζόμενον ἴσμεν παρὰ τὴν ἰδιότητα τῶν διαλέκτων· ‘ἄλλη9
in Int
.

10

γὰρ ἄλλων γλῶσσα‘ φησὶν ὁ ποιητής. πρὸς τούτοις δὲ καὶ οἱ ἐκ γενετῆς κωφοὶ τοιοῦτο διελέγχουσι *** τὴν ἁπλῶς καὶ φύσει φωνήν, οὕτως καὶ τὰ ὀνόματα καὶ τὰ ῥήματα. ἐκ τούτων οὖν πάντων δῆλον γέγονεν ὅτι οὐκ εἰσὶ φύσει τὰ ὀνόματα [ἔδει καὶ τοῖς ἐκ γενετῆς κωφοῖς ὡς ἔχουσι τὴν
5ἁπλῶς καὶ φύσει φωνήν, οὕτως καὶ τὰ ὀνόματα καὶ τὰ ῥήματα] κατὰ τὸ α σημαινόμενον τοῦ φύσει. ἀλλὰ μὴν οὐδὲ κατὰ τὸ δεύτερον σημαινόμενον τοῦ θέσει δυνατὸν ταῦτα εἶναι, τοῦτ’ ἔστιν ἁπλῶς καὶ ὡς ἔτυχεν. καὶ τοῦτο δῆλόν ἐστιν ἐκ τῶν ὀνοματοθετῶν. εἰ γὰρ μάτην τεθείκασιν οἱ ὀνοματοθέται τὰ ὀνόματα, ἀλλ’ οὖν πάντως κατά τινα λόγον καὶ ἁρμονίαν.
10διὰ τί φέρε εἰπεῖν τὸν ἄνθρωπον ἐκάλεσαν ἄνθρωπον καὶ μὴ κάμηλον, καὶ τὴν κάμηλον [κάμηλον καὶ μὴ] ἄνθρωπον; πάντως οὖν τινες αἰτίαι εἰσὶν δι’ ἃς οὕτως τοῖς ὀνόμασιν οἱ ὀνοματοθέται ἐχρήσαντο, εἰ καὶ ἡμεῖς τὰς πάντων ἐτυμολογίας οὐκ ἐπιστάμεθα. Οὐδὲ γὰρ λόγος οὐδὲ ἀπόφασίς ἐστι. φησὶν ὅτι οὐκ ἔστιν
15οὐδὲ ἀπόφασις οὐδὲ λόγος τὸ οὐκ ἄνθρωπος. καὶ λόγος μὲν οὐκ ἔστιν, ἐπειδὴ τὸ ἐλάχιστον ὁ λόγος ἀπὸ δύο λέξεων σύγκειται. ἀλλὰ μὴν οὐδὲ ἀπόφασις, ἐπειδὴ πᾶσα ἀπόφασις ἢ κατάφασις πάντως ἢ ἀλήθειαν σημαίνει ἢ ψεῦδος· τοῦτο δὲ οὐδὲν τούτων σημαίνει. ἐν οἷς ἡ πρᾶξις.
19tΠρᾶξις σὺν θεῷ γ.
20tΤὸ δὲ Φίλωνος ἢ Φίλωνι καὶ ὅσα τοιαῦτα, οὐκ ὀνό‐
21tματα ἀλλὰ πτώσεις ὀνόματος.
22 Εἴωθεν ζητεῖσθαι τοῖς ἐξηγηταῖς ἐνταῦθα περὶ τῶν καλουμένων παρὰ τοῖς γραμματικοῖς πτώσεων, πότερον δ εἰσὶν ἢ πέντε. καὶ οἱ μὲν ἀπὸ τῆς Στοᾶς καὶ πάντες σχεδὸν οἱ μετιόντες τὴν γραμματικὴν τέχνην ε δοξάζουσιν
25εἶναι τὰς πτώσεις, καὶ ἄρα καὶ τὴν καλουμένην εὐθεῖαν πτῶσιν ὀνομά‐ ζουσιν. εἰ δέ τις αὐτοὺς ἔροιτο καὶ πῶς ἡ εὐθεῖα λέγεται πτῶσις, ἀποκρί‐ νονται λέγοντες ὅτι εὐθεῖα μὲν διὰ τοῦτο, διότι τὸν λόγον εὐθὺν καὶ ὀρθὸν ἀποτελεῖ οἷον ‘Σωκράτης βαδίζει‘, πτῶσις δὲ διότι πέπτωκεν ἀπὸ τοῦ νοή‐ ματος. ὅπερ συμβέβηκεν ἐπὶ τοῦ γραφείου τοῦ πεπτωκότος ἀπὸ τῆς χειρὸς
30καὶ σταθέντος ὀρθῶς· καὶ γὰρ πεπτωκέναι λέγεται καὶ ὀρθῶς ἵστασθαι. ἀλλὰ πρὸς τοῦτο λέγουσιν οἱ ἐκ τοῦ Περιπάτου ὅτι ‘τούτῳ τῷ λόγῳ οὐ μόνον τὰ ὀνόματα πεπτώκασιν ἐκ τοῦ ἁπλῶς νοήματος, ἀλλὰ καὶ τὰ ῥή‐ ματα καὶ πάντα τὰ μέρη τοῦ λόγου· ἔσονται οὖν πάντα τὰ μέρη τοῦ λόγου
πτώσεις, ὅπερ καὶ γελοῖόν ἐστιν καὶ ταῖς ὑμετέραις μαχόμενον ὑποθέσεσιν‘.10
in Int
.

11

οὐκοῦν εἰ τοῦτο ἄτοπον, αἱρετέον τὴν δόξαν τῶν Περιπατητικῶν ὅτι τέσσαρές εἰσιν πτώσεις, ἡ δὲ εὐθεῖα καλείσθω ὄνομα. φησὶ τοίνυν Ἀριστοτέλης ὅτι τὰ τοιαῦτα διαφέρουσι τοῦ ὀνόματος κατὰ τοῦτο, διότι τὸ μὲν ὄνομα μετὰ τοῦ ἦν ἢ ἔστιν ἢ ἔσται συνταττόμενον πάντως ἀληθεύει ἢ ψεύδεται, ταῦτα
5δὲ οὔ. τὸ δὲ ἔστιν καὶ ἦν καὶ ἔσται, ὡς ἐπεσημάνατο ὁ φιλόσοφος Πορ‐ φύριος, ἐπὶ αὐτῶν μόνων τῶν ὑπαρκτικῶν ῥημάτων εἴρηται καὶ οὐκέτι ἐπὶ τῶν ἄλλων ῥημάτων. τὰ μὲν γὰρ ἄλλα ῥήματα ταῖς πτώσεσι συνταττόμενα ἀσύντακτα αὐτόθεν γίνονται· ‘Σωκράτους γὰρ περιπατεῖ‘ οὐδεὶς λέγει. ὅθεν ἱστορεῖ ἐνταῦθα καὶ τὴν διάταξιν τῶν Στωϊκῶν, ὅτι τὸ κατηγορούμενόν
10τινος ἢ ὀνόματος κατηγορεῖται ἤγουν εὐθείας ἢ πτώσεως. καὶ εἰ μὲν ὀνό‐ ματος, ἢ αὐτοτελῆ τὸν λόγον ἀπεργάζεται ἢ οὐκ αὐτοτελῆ. καὶ εἰ μὲν αὐτοτελῆ τὸν λόγον ἀπεργάζεται, καλοῦσιν αὐτὸν κατηγόρημα ἢ σύμβαμα. ταὐτὸν γὰρ καλεῖται παρ’ αὐτοῖς καὶ δῆλον τὸ αἴτιον· κατηγόρημα γὰρ λέγουσιν, διότι κατὰ τοῦ ὑποκειμένου ἀγορεύεται ἤτοι λέγεται καὶ κατηγο‐
15ρεῖται, σύμβαμα δὲ διότι συνέβη τὸ βαδίζειν τῷ Σωκράτει. εἰ δὲ οὐκ αὐτο‐ τελῆ τὸν λόγον ἀπεργάζεται, καλεῖται παρακατηγόρημα ἢ παρασύμβαμα, ὡς ‘Σωκράτης φιλεῖ‘· λείπει γὰρ τινά. εἰ δὲ πάλιν πτώσεως κατηγορεῖται, ἢ αὐτοτελῆ τὸν λόγον ἀπεργάζεται *** ἔλαττον ἢ κατηγόρημα ὡς ‘τῷ Σωκράτει μεταμέλει‘· ἢ 〈οὐκ〉 αὐτοτελῆ τὸν λόγον ἀπεργάζεται, καὶ καλοῦσιν
20αὐτὸ ἔλαττον ἢ παρακατηγόρημα ἢ ἔλαττον ἢ παρασύμβαμα, ὡς ‘Σωκράτει μέλει‘· λείπει γὰρ τινός, οἷον Ἀλκιβιάδου ἤ τινος ἄλλου. ἔστιν τοίνυν ὁ λόγος τούτων τῶν πτώσεων τὰ μὲν ἄλλα κατὰ ταὐτά, μετὰ μέντοι τοῦ ἔστιν ἢ ἔσται ἢ ἦν οὔτε ἀληθεύουσιν οὔτε ψεύδονται. ἀλλ’ ἀποροῦσί τινες, διὰ τί μὴ ἐξ ἀρχῆς ὅλον τὸν ὁρισμὸν ἀποδέδωκεν, ἀλλ’ ὕστερον προσέθηκεν
25τὸ οὐκ ἄνθρωπος ἤγουν τὸ ἀόριστον ὄνομα καὶ τὰς πτώσεις. λέγομεν τοίνυν, εἰ τὸ ὄνομα πολλὰ σημαίνει παρὰ Ἀριστοτέλει (δηλοῖ γὰρ καὶ τὴν εὐθεῖαν καὶ τὰς πτώσεις καὶ τὸ ἀόριστον ὄνομα καὶ τὸ ῥῆμα καὶ τὸ ὑπο‐ κείμενον) ἐν τῷ οὖν εἰπεῖν ‘φωνὴ σημαντικὴ κατὰ συνθήκην‘ τὰ ε ταῦτα ἐδήλωσεν, ἐν δὲ τῷ προσθεῖναι ‘καὶ χρόνον μὴ προσσημαίνουσα‘
30ἐξέβαλεν τὰ ῥήματα, μεμενήκασι δὲ τὰ λοιπά, τοῦτ’ ἔστι τὰ ἀόριστα ὀνό‐ ματα καὶ αἱ πτώσεις. πάλιν διὰ τὸ εἰπεῖν ‘ὡρισμένην φύσιν εἰσάγουσα‘ ἐξέβαλεν μόνον τὰ ἀόριστα ὀνόματα· εἶτα τελευταῖον εἰπὼν ‘καὶ μετὰ τοῦ ἦν ἢ ἔστιν ἢ ἔσται ἀληθεύουσα ἢ ψευδομένη‘ τὰς πτώσεις ἀπώ‐ σατο. ὡς εἶναι ὅλον τὸν ὁρισμὸν τοῦ ὀνόματος οὕτως ‘φωνὴ σημαντικὴ
35κατὰ συνθήκην 〈χρόνον μὴ〉 προσσημαίνουσα, ἧς τῶν μερῶν οὐδέν ἐστι
σημαντικὸν κεχωρισμένον, ὡρισμένην φύσιν εἰσάγουσα, μετὰ τοῦ ἦν ἢ ἔστιν11
in Int
.

12

ἢ ἔσται ἀληθεύουσα ἢ ψευδομένη‘. πρὸς ὅν φησιν ὁ Γαληνὸς ὅτι οὐκ ἔστιν ὁρισμὸς αὐτὸς ἀλλὰ λόγος. ὅθεν αὐτὸς ὁρίζεται τὸ ὄνομα οὕτως ‘φωνὴ σημαντικὴ κατὰ συνθήκην ἁπλοῦ νοήματος.‘ οὗτος δὲ ὁ ὁρισμὸς οὐ μόνον ἐπὶ ὀνόματος ἁρμόζει, ἀλλὰ καὶ ἐπὶ λόγου καὶ ἐπὶ ἄλλων μερῶν τοῦ λόγου·
5ὥστε οὐ μέμψις Ἀριστοτέλει διὰ τὴν ἀνάγκην τοῦ πράγματος ὁρισμὸν τοῦ ὀνόματος διὰ πολλῶν λέξεων δηλώσαντι. ἐν οἷς ἐστιν ὁ περὶ τοῦ ὀνό‐ ματος λόγος. Τὸ δὲ Φίλωνος ἢ Φίλωνι καὶ ὅσα ἄλλα τοιαῦτα, οὐκ ὀνόματα ἀλλὰ πτώσεις ὀνόματος. πτώσεις καλοῦσιν οἱ φιλόσοφοι
10πάσας τὰς παραγωγὰς καὶ τοὺς σχηματισμοὺς καὶ τοὺς συσχηματισμούς, καὶ οὐ μόνον τὰς παραγωγὰς 〈τὰσ〉 γραμματικοῖς καλουμένας πλαγίους· τὸ γὰρ δίκαιον καὶ τὸ δικαίως καὶ τὸ δικαιότατον καὶ τὸ δικαιότερον [καὶ τὸ δίκαιος] καὶ πάντα τὰ τοιαῦτα παρὰ φιλοσόφοις πτώσεις εἰσίν. Λόγος δέ ἐστιν αὐτοῦ τὰ μὲν ἄλλα κατὰ ταὐτά. τοῦτο
15εἴληπται αὐτῷ ἀπὸ Ἀττικῆς συνηθείας. ἔθος γὰρ ἦν παρὰ αὐτοῖς, ἡνίκα εἰσέφερέν τις ψήφισμα περιέχον τινὰ 〈τῶν〉 ἐν τῷ α ψηφίσματι, λέγειν ἐν τῷ β ψηφίσματι ‘τὰ μὲν ἄλλα τὰ αὐτά, προστίθημι δὲ δεῖν στεφανοῦν ἐν θεάτρῳ τὸν Δημοσθένην‘, εἰ ἔτυχεν αὐτὸν ὑπὲρ Δημοσθένους εἰσαγα‐ γεῖν ψήφισμα. τοῦτο δὲ ἐποίουν διὰ τὸ λέγειν αὐτοὺς ἐπὶ μεμετρημένῳ
20ὕδατι καὶ ῥέοντι. οὕτως οὖν καὶ ἐνταῦθα Ἀριστοτέλης ἐποίησεν εἰπὼν ‘ὁ μὲν λόγος τῆς πτώσεως ἤτοι ὁρισμὸς κατὰ μὲν τὰ ἄλλα τὰ αὐτὰ ἔχει· δεῖ δὲ προσθεῖναι ὅτι συνταττόμεναι αἱ πτώσεις μετὰ τοῦ ἦν ἢ ἔστιν ἢ ἔσται οὔτε ἀληθεύουσιν οὔτε ψεύδονται‘. ταῦτα ἔχει ἡ πρᾶξις.
24tΠρᾶξις σὺν θεῷ δ. Περὶ ῥήματος.
25tῬῆμα δέ ἐστι τὸ προσσημαῖνον χρόνον, οὗ μέρος οὐδὲν
26tσημαίνει χωρίς, καὶ ἔστιν ἀεὶ τῶν καθ’ ἑτέρου λεγομένων
27tσημεῖον.
28 Ἡ μὲν ἔννοια τοῦ ὁρισμοῦ τοῦ ῥήματος παραπλήσιον ἔχει τῇ ἐννοίᾳ τοῦ ὁρισμοῦ τοῦ ὀνόματος. ἔστιν γὰρ τοῦ ῥήματος ὁ ὁρισμὸς τοιοῦτος
30‘φωνὴ σημαντικὴ κατὰ συνθήκην, χρόνον προσσημαίνουσα, ἧς τῶν μερῶν οὐδέν ἐστι σημαντικὸν κεχωρισμένον, ὡρισμένην φύσιν εἰσάγουσα.‘ αὐτὸς δὲ ἅτε συντομίας ὢν ἐραστὴς τὰ μὲν κοινὰ παρείασεν, ὅσα ὑπῆρχεν τῷ ὀνόματι καὶ τῷ ῥήματι καὶ μόνον ἐκεῖνο προσέθηκεν καθ’ ὃ διαφέρει τὸ
ὄνομα τοῦ ῥήματος, τοῦτ’ ἔστι τὸ προσσημαῖνον χρόνον. τί δέ ἐστι12
in Int
.

13

τὸ προσσημαῖνον χρόνον, ἤδη σεσαφήνισται ἐν τῇ ἐξηγήσει τοῦ ὁρισμοῦ τοῦ ὀνόματος. ἀλλ’ εἰ ταῦτα τοῦτον ἔχει τὸν τρόπον, διὰ τί προσέθηκεν καὶ ἕτερον κοινόν, τοῦτο δέ ἐστι ‘οὗ τὸ μέρος κεχωρισμένον οὐδενός ἐστι σημαντικόν‘; οἷον 〈τοῦ〉 τύπτω ἐὰν χωρισθῇ μία συλλαβή, οὐδὲν σημαίνει
5ὡς μέρος αὐτοῦ· οὐ μόνον δὲ τοῦτο ἐπὶ τῶν ἁπλῶν ῥημάτων, ἀλλὰ καὶ ἐπὶ τῶν συνθέτων ὡς τὸ καταγράφω. λέγομεν ἐκεῖνο, ὅπερ εἶπεν ὁ Πορ‐ φύριος, ὅτι τοῦτο προσέθηκεν διὰ τοὺς λόγους τοὺς ἀπὸ τῶν ῥημάτων συγκειμένους. τὰ μὲν γὰρ ἄλλα τὰ αὐτὰ ἔχουσι· καὶ φωνὴ γάρ εἰσιν καὶ κατὰ συνθήκην καὶ χρόνον προσσημαίνουσιν· ἀλλὰ τὸ μέρος αὐτῶν κεχω‐
10ρισμένον σημαίνει τι, οἷον ‘τὸ φιλοσοφεῖν εὐδαιμονεῖν ἐστιν‘. χωρισθὲν γὰρ καὶ τὸ ‘φιλοσοφεῖν‘ καὶ τὸ ‘εὐδαιμονεῖν‘ καὶ τὸ ‘ἔστι‘ σημαίνει τι καθ’ αὑτό, οἷον ἢ ἐνέργειαν ἢ πάθος. ἐπὶ δὲ τοῦ ῥήματος οὐ τοῦτο. εἶτα προσ‐ τίθησι καὶ τὰ παρεπόμενα τῷ ῥήματι, ὅτι τὸ ῥῆμα σύμβολόν ἐστιν καὶ ση‐ μαντικὸν τῶν καθ’ ἑτέρου λεγομένων 〈οἷον〉 ἐνεργείας καὶ πάθους· τύπτω
15μὲν γὰρ ἐνέργειαν σημαίνει, τύπτομαι δὲ πάθος· καὶ ὅτι ἀεὶ καθ’ ἑτέρου λέγονται, ἢ καθ’ ὑποκειμένου, ἡνίκα συνωνύμως κατηγορεῖται, ὡς ‘τὸ βαδί‐ ζειν κινεῖσθαί ἐστιν‘ ἢ ‘τὸ φιλοσοφεῖν εὐδαιμονεῖν ἐστιν‘, ἢ ὡς ἐν ὑποκει‐ μένῳ, ὡς ‘Σωκράτης ὑγιαίνει‘. πρὸς τούτοις καὶ τίθησι καὶ ἕτερά τινα, ἅπερ δοκοῦσιν εἶναι ῥήματα, οὐκ εἰσὶν δέ, ὥσπερ τὰ ἀόριστα, οἷον τὸ οὐχ
20ὑγιαίνει οὐδὲ βαδίζει. καὶ τὴν αἰτίαν ἐπιφέρει, διὰ τί οὐ καλεῖ τὰ αὐτὰ ῥήματα, φάσκων ὅτι ὁμοίως καὶ ἐπὶ τῶν μὴ ὄντων ἁρμόζει, οἷον τραγέ‐ λαφος οὐχ ὑγιαίνει, Σωκράτης ** ἐκβάλλει δὲ καὶ τὰς πτώσεις. πτώσεις δὲ καλεῖ τὰ ῥήματα τὰ σημαίνοντα τὸν πέριξ χρόνον. ἴσως δὲ καὶ ταῦτα τὰ ῥήματα διὰ τὴν ἀοριστίαν οὐκ ἠξίωσεν ῥήματα καλέσαι, ἐπειδὴ 〈μετὰ〉 τάδε
25φησὶν ὅτι καὶ τὰ ῥήματα σημαντικά εἰσιν· ὀνόματα γάρ εἰσιν, τὰ δὲ ὀνό‐ ματα ἐδείχθη σημαντικά. τεκμήριον δὲ μέγιστον τοῦ εἶναι ταῦτα σημαν‐ τικά φησιν ὅτι ἔχοντά τινος ἔννοιαν πεπλασμένην (οἷον ἄρα γε τί ποιεῖ Σωκράτης, καὶ ἀκούσει τινὸς ὅτι ἢ ἐξηγεῖται ἢ καθέζεται ἢ βαδίζει) ἔστησεν τὴν σεσαλευμένην καὶ πεπλανημένην διάνοιαν, καὶ αὐτὸς ὁ ἀκούσας ἠρέμησεν.
30εἰ γὰρ μὴ ἐσήμαινέν τι καὶ ἐδήλου τὸ ῥῆμα, οὐκ ἂν τοῦτο ἐγένετο. ὥστε σημαίνουσίν τι, ἀλήθειαν δὲ καὶ ψεῦδος (τοῦτ’ ἔστιν κατάφασιν καὶ ἀπό‐ φασιν) οὐδέποτε, εἰ μὴ προσυπακουσθείη ἔξωθέν τι ἢ ἁπλῶς ὄνομα ἢ ῥῆμα. κατασκευάζει δὲ τοῦτο ἐκ τοῦ μᾶλλον· εἰ γὰρ τὰ ἀρχοειδέστερα ῥήματα 〈τὰ〉 ὑπαρκτικά, εἰς ἃ ἀναλύεται πᾶν ῥῆμα, οὐ σημαίνουσιν ἀλήθειαν ἡ ψεῦδος,
35οἷον τὸ ἦν ἢ ἔστιν ἢ ἔσται, καὶ αὐτὸ τὸ ὄν, ὅθεν παρηνέχθησαν τὰ ῥήματα, οὐκ ἔστιν ἀληθείας ἢ ψεύδους σημαντικόν, πολλῷ πρότερον τὰ ἄλλα ῥήματα. οἷον τὸ ὂν μυριάκις ἐὰν εἴποι τις καθ’ αὑτό, σημαίνει μέν τι οἷον τὸ ὑπάρχον, ἀλήθειαν δὲ ἢ ψεῦδος οὐδέποτε. πλὴν συσσημαίνει ἄλλοις τισὶ
σύνθεσίν τινα καὶ πρότασιν, ἥντινα σύνθεσιν ἄνευ τῶν συντεθέντων οἷον13
in Int
.

14

τῶν εἰς τὴν σύνθεσιν συνελθόντων ἀδύνατον νοῆσαι. πάλιν ὅπερ εἴπομεν ἐπὶ τοῦ ὁρισμοῦ τοῦ ὀνόματος, διὰ τί μὴ ἐξ ἀρχῆς ὅλον παραδέδωκεν τὸν ὁρισμὸν τοῦ ὀνόματος, οὕτως καὶ ἐνταῦθά φαμεν, διότι ὅλον ὡς ὅλον τὸν ὁρισμὸν τοῦ ῥήματος οὐ παραδέδωκεν, ὡς εἶναι ὅλον τοιοῦτον ‘ῥῆμά ἐστιν
5φωνὴ σημαντική, χρόνον προσσημαίνουσα, φύσιν ὡρισμένην εἰσάγουσα, μόνον τὸν ἐνεστῶτα χρόνον εἰσάγουσα‘, ἀλλ’ ὕστερον προσέθηκεν. λέγομεν ὅτι καὶ τὸ ῥῆμα πολλαχῶς λέγεται παρ’ αὐτῷ· καὶ γὰρ αὐτὸ τὸ προσσημαῖνον 〈χρόνον〉 καὶ τὸ κατηγορούμενον ἐν ταῖς προτάσεσιν καὶ αὖ καὶ αἱ πτώσεις καὶ τὰ ἀόριστα. ἐν τῷ εἰπεῖν οὖν ‘φωνὴ σημαντικὴ κατὰ συνθήκην‘ ἐσή‐
10μανεν καὶ τὸ ἐν ταῖς προτάσεσιν κατηγορούμενον, κἂν ὄνομά ἐστιν· ἐκεῖνο γὰρ χρόνον οὐ προσσημαίνει· ἐν δὲ τῷ εἰπεῖν ‘χρόνον προσσημαίνουσα‘ τοῦτο ἐξέβαλλεν. καὶ κατὰ τάξιν πάλιν ‘ὡρισμένην φύσιν εἰσάγουσα‘ ἐξέβαλεν τὰ ἀόριστα ῥήματα, ‘ἐνεστῶτα χρόνον εἰσάγουσα‘ ἐξέβαλεν τὰς τοῦ ῥήματος πτώσεις. ταῦτα ἔχει ὁ περὶ τοῦ ῥήματος λόγος καὶ ἡ πα‐
15ροῦσα θεωρία. Καὶ ἔστιν ἀεὶ τῶν καθ’ ἑτέρου λεγομένων σημεῖον. τὸ ἀεὶ καλῶς προσέθηκεν, διότι λέγεται μὲν κατά τινος καὶ τὸ ὄνομα, ἀλλ’ οὐκ ἀεί, οἷον Σωκράτης δίκαιος· ἐνταῦθα λέγεται μὲν κατά τινος οἷον τοῦ Σωκράτους, οὐκ ἀεὶ δέ, ἀλλ’ ἔστιν ὅτε καὶ ἕτερον αὐτοῦ κατηγορεῖται, ὥσπερ
20λέγομεν τὸ δίκαιον ὠφέλιμον. τί οὖν; οὐχ ὑπόκειταί ποτε τὸ ῥῆμα ἐν τῷ εἰπεῖν ὅτι τὸ τύπτω ῥῆμά ἐστι, τὸ ὑγιαίνειν διακεῖσθαί ἐστι, τὸ βαδίζειν κινεῖσθαί ἐστι; λέγομεν οὖν ὅτι ἐνταῦθα τὸ ῥῆμα ἀντὶ ὀνόματος κεῖται. τὰ γὰρ ῥήματα καὶ φύσιν ἰδικὴν ἔχουσιν καὶ σημαντικά τινῶν εἰσιν· σημαν‐ τικὰ μὲν ἐνεργείας καὶ πάθους, ὡς εἴρηται, ἰδικὴν δὲ φύσιν ἔχουσιν φέρε
25εἰπεῖν, ὅτι τοιόνδε μέρος λόγου εἰσίν. ἐν τῷ γὰρ εἰπεῖν ὅτι τὸ τύπτω ῥῆμά ἐστι τὸ τύπτω ὄνομά ἐστιν αὐτῆς τῆς φύσεως τοῦ τύπτω ῥήματος· ἐν δὲ τῷ εἰπεῖν ὅτι σύμβολόν ἐστι, δῆλον ὅτι ἐνεργειῶν ἢ παθῶν ἐστι σύμβολον. Καὶ ἀεὶ τῶν ὑπαρχόντων σημεῖόν ἐστι. τοῦτο οὐκ ἀλη‐
30θές· ὑπάρχουσι γὰρ καὶ οὐσίαι. ἀμέλει γοῦν καὶ ἔν τισι τῶν ἀντιγράφων τῶν καθ’ ἑτέρου λεγομένων ἔχει, ὅπερ ἐστὶ βέλτιον. ὑπάρχουσι μὲν γὰρ καὶ οὐσίαι· τῶν δὲ οὐσιῶν οὐκ εἰσὶ σημαντικὰ τὰ ῥήματα. Ἀλλ’ εἰ ἔστιν ἢ μ, οὔπω σημαίνει. ἐλλιπῶς αὐτῷ πέ‐ φρασται καὶ ἐνταῦθα καὶ ἐφεξῆς εὐθύς. ἔδει γὰρ οὕτως εἰπεῖν ‘ἀλλ’ εἰ
35ἔστιν ἀληθὲς ἢ μή, οὔπω δῆλον‘· τοῦτ’ ἔστι κατάφασιν καὶ ἀπόφασιν οὐ ποιοῦσι. σημαίνουσι μὲν γάρ τι πάντως, οἷον ἐνέργειαν ἢ πάθος, ἀλλὰ κατάφασιν ἢ ἀπόφασιν οὐ ποιοῦσιν, ἐν αἷς θεωρεῖται τὸ ἀληθὲς ἢ τὸ ψεῦδος. Αὐτὸ μὲν γὰρ οὐδέν ἐστι, προσσημαίνει δὲ σύνθεσίν
τινα, ἣν ἄνευ τῶν συγκειμένων οὐδὲν ἔστι νοῆσαι. ἰδοὺ καὶ ἐν‐14
in Int
.

15

ταῦθα λείπει κατὰ τὴν φράσιν τὸ ἀληθὲς καὶ τὸ ποιεῖν κατάφασιν ἢ ἀπό‐ φασιν. προσσημαίνει δὲ εἶπεν ἀντὶ τοῦ συσσημαίνει. τὸ γὰρ ‘Σωκράτης ὄν ἐστι‘ τὸ Σωκράτης ὄνομά ἐστι καὶ τὸ ἔστι ῥῆμα· πρὸς ταῦτα *** τινὰ τὸ ὂν ἢ ἀληθῆ ἢ ψευδῆ. ἐν οἷς ἡ πρᾶξις.
5tΠρᾶξις ε. Περὶ λόγου.
6tΛόγος ἐστὶ φωνὴ σημαντικὴ 〈κατὰ συνθήκην〉 ἧς τῶν
7tμερῶν τι σημαντικόν ἐστι κεχωρισμένον ὡς φάσις, ἀλλ’ οὐχ ὡς
8tκατάφασις.
9Τὴν μὲν αἰτίαν τῆς τάξεως, δι’ ἣν ἐν μὲν τῷ προοιμίῳ ἀπὸ τῶν
10χειρόνων ἤγουν τῶν μερικωτέρων τὴν ἀπαρίθμησιν ἐποιήσατο καὶ κατήν‐ τησεν εἰς τὸν λόγον καὶ νῦν ἄρχεται ἀπὸ τοῦ λόγου, ἤδη φθάσαντες ἀποδε‐ δώκαμεν. ἄρχεται δὲ νῦν ἀπὸ τοῦ λόγου διαλέγεσθαι, διότι ἐν τῷ ὁρισμῷ τῆς ἀποφάνσεως ἑξῆς [μὲν] μέμνηται τοῦ λόγου. ὁρίζεται δὲ τὸν λόγον τοῦτον τὸν τρόπον· λόγος ἐστὶ φωνὴ σημαντικὴ κατὰ συνθήκην,
15ἧς τῶν μερῶν τι κεχωρισμένον σημαντικόν τινός ἐστιν ὡς φάσις, ἀλλ’ οὐχ ὡς κατάφασις. καὶ περὶ μὲν τῆς φωνῆς ἤδη ἱκανῶς διείληπται, πῶς ἐνταῦθα λέγεται φωνὴ ὁ λόγος· ἔτι δὲ καὶ σημαν‐ τική. τὸ δὲ κατὰ συνθήκην αὐτὸς ἐξηγήσεται. τῆς δὲ φωνῆς μέρος τι κεχωρισμένον σημαντικόν ἐστιν ὡς φάσις, ἀλλ’ οὐχ ὡς κατάφασις· καὶ
20τοῦτο δῆλον, οἷον Σωκράτης βαδίζει. τὸ γὰρ βαδίζει καὶ τὸ Σωκράτης μέρος ὂν τοῦ λόγου κεχωρισμένως σημαίνει φάσιν. ἐπὶ δὲ τῶν ὀνομάτων καὶ τῶν ῥημάτων οὐδὲν ἐγένετο τούτων· οὐδενὸς γὰρ ἦσαν σημαντικὰ κεχωρισμένα. ἀλλ’ ἐπεὶ προσέθηκεν ὡς φάσις ἀλλ’ οὐχ ὡς κατάφασις, ζητήσειέν τις οὐκ ἀπεικότως περὶ τῶν συνθέτων λόγων, οἷον ‘Σωκράτης
25βαδίζει‘ καὶ ‘Πλάτων διαλέγεται‘, καὶ ‘εἰ ἥλιος ὑπὲρ γῆν, ἡμέρα ἐστίν‘, πῶς τὰ μέρη τούτων οὐ σημαίνουσι καταφάσεις. λέγομεν συντόμως πρὸς τοῦτο ὅτι ἁπλοῦν ὡρίσατο λόγον. τὸ δὲ κατὰ συνθήκην, ὡς εἶπον, αὐτὸς ἐξηγούμενος [καὶ] σαφηνίζει συλλογισμόν τινα διελέγχων οὕτως φερό‐ μενον· ὁ λόγος, φασίν, ὄργανόν ἐστι τῆς φωνητικῆς δυνάμεως 〈φύσει οὔσης·
30πᾶν ὄργανον φυσικῆς δυνάμεωσ〉 καὶ αὐτὸ φύσει· ὁ λόγος ἄρα φύσει. δεχόμεθα τοίνυν τὴν μείζονα πρότασιν, ὅτι πᾶν ὄργανον φυσικῆς δυνάμεως πάντως καὶ φύσει, ὥσπερ ὁ ὀφθαλμὸς τῆς ὁρατικῆς δυνάμεως καὶ τὸ οὖς
τῆς ἀκουστικῆς καὶ ἡ ῥὶς τῆς ὀσφραντικῆς καὶ ἡ χεὶρ τῆς ἀντιληπτικῆς.15
in Int
.

16

οὐκέτι δὲ δεξόμεθα τὴν πρώτην πρότασιν τὴν λέγουσαν ὅτι ὁ λόγος ὄργανόν ἐστιν· οὐ γάρ ἐστιν ὄργανον ὁ λόγος τῆς φωνητικῆς δυνάμεως, ἀλλ’ ἀποτέ‐ λεσμα, ὥσπερ ἡ ὄρχησις τῆς κινήσεως. οὐδὲν δὲ ἀδύνατον τὸ αὐτὸ κατ’ ἄλλο καὶ ἄλλο *** καὶ ὄργανον εἰπεῖν καὶ φυσικὸν καὶ τεχνικόν. αὐτίκα
5γοῦν ὁ στρατιώτης καὶ φυσικοῖς ὀργάνοις κέχρηται τῆς ψυχῆς, οἷον ποσὶ χερσὶ καὶ ἄλλοις τισὶ τοιούτοις· ἀλλὰ μὴν καὶ τεχνικοῖς, οἷον ξίφει ἀκον‐ τίῳ ἀσπίδι θώρακι καὶ τοῖς τοιούτοις. οὕτως οὖν καὶ ὁ λόγος καὶ ὄργανόν ἐστι καὶ ἀποτέλεσμα, 〈ἀποτέλεσμα〉 μὲν τῆς φυσικῆς δυνάμεως, ὄργανον δὲ τῆς διαλεκτικῆς δυνάμεως. καὶ ὄργανον μὲν τῆς φυσικῆς δυνάμεως ὁ
10πνεύμων, ἡ τραχεῖα ἀρτηρία, ὑπερῴα, ὄργανα δὲ τῆς διαλέκτου χείλη γλῶσσα ὀδόντες καὶ ἕτερά τινα τοιαῦτα. ὥστε κἂν ἔστιν ὄργανον, οὐκ ἔστι φυσικῆς δυνάμεως, ἀλλὰ τῆς διαλέκτου θέσει οὔσης. ὅτι δὲ οὐκ ἔστιν ὁ λόγος φύσει ἀλλὰ θέσει, ἐκ τῶν μερῶν αὐτοῦ πεφανέρωται· διὰ πολλῶν γὰρ ἀποδέδεικται τὰ μέρη αὐτοῦ, τὰ ὀνόματά φημι καὶ τὰ ῥήματα, θέσει
15εἶναι. εἰ δὲ τὰ μέρη θέσει, δῆλον ὅτι 〈τὸ〉 ὅλον. Ἐπεὶ οὗτος ὁ ὁρισμὸς ἁρμόζει ἐπὶ παντὸς λόγου, οἷον ἐπὶ τῶν ε εἰδῶν τοῦ λόγου (ἐκεῖ γὰρ καὶ φωνή ἐστι καὶ σημαντικὴ καὶ τὸ μέρος κεχωρι‐ σμένον σημαντικόν τινός ἐστιν), ἀντιδιαστέλλει τὸν ἀποφαντικὸν λόγον ἐκ τῶν λόγων, περὶ οὗ νῦν ὁ λόγος, λέγων ὅτι ‘ἀποφαντικὸς λόγος ἐστὶν ἐν ᾧ
20τὸ ἀληθεύειν ἢ ψεύδεσθαί ἐστιν‘· οἷον ‘Σωκράτης βαδίζει‘ πάντως ἢ ἀλή‐ θειά ἐστιν ἢ ψεῦδος. ἐπὶ δὲ τῶν ἄλλων τῶν εἰρημένων τοῦτο οὐχ ὑπάρχει· οὔτε γὰρ ἀλήθειαν οὔτε ψεῦδος σημαίνουσιν. ὅθεν καί τινες ὑπονοήσαντες τοῦτον τὸν λόγον ὁρισμὸν εἶναι τοῦ ἀποφαντικοῦ λόγου γένος φασὶν εἶναι τὴν ἀπόφανσιν τῆς ἀποφάσεως καὶ τῆς καταφάσεως· οὐ γὰρ ἐκ τῶν ὑφ’
25αὑτὴν ὡρίσατο, ἐπειδὴ παρακατιὼν φαίνεται ὁ Ἀριστοτέλης καὶ ἐκ τῶν ὑφ’ αὑτὴν τὴν ἀντίφασιν ὁριζόμενος, φημὶ δὴ ἐκ τῆς καταφάσεως καὶ τῆς ἀποφάσεως. ἔτι δὲ καὶ τὴν διαίρεσιν τοῦ ἀποφαντικοῦ λόγου ποιούμενος λέγει τὸν μὲν εἶναι πρῶτον, τὸν δὲ δεύτερον. 〈ὧν〉 καὶ δραξάμενος Ἀλέξανδρος εἶπεν ἀδύνατον τὴν ἀπόφανσιν γένος εἶναι καταφάσεως καὶ ἀποφάσεως.
30πρῶτον μὲν ἐνταῦθα δῆλον ὅτι οὐκ ἔστιν γένος, δίοτι ὑπογραφὴν ἀποδέδωκεν καὶ οὐκέτι ὁρισμόν. ἐν γὰρ τῷ ὁρισμῷ ἀδύνατόν ἐστι μερικώτερόν τι τοῦ ὁριστοῦ ἐγκεῖσθαι, ἀλλὰ πάντως ἢ καθολικώτερα θέλουσιν ἐγκεῖσθαι ἢ διὰ πολλὴν ἀπορίαν ἀπεξισάζοντα· καθολικώτερα μὲν ὡς ἐν τῷ ὁρισμῷ τοῦ 〈ἀνθρώπου〉 ‘ἄνθρωπος ζῷον λογικὸν θνητόν‘ (ταῦτα γὰρ τὰ τρία καθολικώτερά εἰσιν
35τοῦ ἀνθρώπου ὡς μὴ μόνον ἐπ’ αὐτοῦ ἁρμόζοντα, ἀλλὰ καὶ ἐπὶ ἄλλων), ἰσάζοντα δὲ ὡς τὸ νοῦ καὶ ἐπιστήμης δεκτικὸν καὶ γελαστικόν. ταῦτα γὰρ
ἰσάζουσι, διότι ἀντιστρέφουσι· εἴτε γὰρ γελαστικὸν ζῷον, τοῦτο ἄνθρωπος,16
in Int
.

17

καὶ εἴ τι ἄνθρωπος, τοῦτο γελαστικὸν ζῷον. ἐνταῦθα δὲ μερικώτερά εἰσιν· καὶ γὰρ καὶ ἡ κατάφασις καὶ ἡ ἀπόφασις μερικωτέρα ἐστίν. καὶ δεύτερον ἄλλο πρὸς τούτοις· ἐν οἷς ἐστιν τὸ πρότερον καὶ τὸ ὕστερον, τούτων κοινὸν εἶναι γένος ἀδύνατόν ἐστιν. εἰ τοίνυν εἶπεν Ἀριστοτέλης τὴν μὲν κατάφασιν
5προτέραν εἶναι, τὴν δὲ ἀπόφασιν δευτέραν, δῆλον ὅτι οὔκ εἰσιν 〈ἀντιδιῃρη‐ μένα· τῶν γὰρ〉 ἀντιδιῃρημένων εἰδῶν ἀναιρεθέντος τοῦ ἑνὸς οὐ συναναι‐ ρεῖται τὸ ἄλλο, ἐνταῦθα δὲ τῆς καταφάσεως ἀναιρουμένης ἐξ ἀνάγκης ἀναι‐ ρεῖται καὶ ἡ ἀπόφασις. ὁ δὲ Πορφύριός φησιν ἀδύνατον εἶναι ὁμώνυμον φωνὴν τὴν ἀπόφανσιν καὶ ὁμωνύμως διαιρεῖσθαι εἰς κατάφασιν καὶ ἀπόφασιν·
10οὐδέποτε γὰρ ὁμώνυμος φωνὴ ἐν ὁρισμῷ τινος ἢ ὑπογραφῇ λαμβανομένη, οἷον οὐδεὶς ὁριζόμενος ἢ ὑπογραφόμενος τὴν ἐξοχὴν τοῦ ὑποδήματός φησιν γλῶσσαν, ἢ τὸ ὑλακτικὸν ζῷον κύνα. ἐνταῦθα δὲ καὶ τὴν κατάφασιν ὁρι‐ ζόμενός φησιν ἀπόφανσιν, καὶ τὴν ἀπόφασιν ὡσαύτως. ὥστε κυρίως γένος ἐστὶν ἡ ἀπόφανσις τῆς τε καταφάσεως καὶ τῆς ἀποφάσεως οὔτε ὁμώνυμος
15φωνὴ διὰ τὰς εἰρημένας αἰτίας. ὅτι δὲ οὐδὲ ὡς ὅλον εἰς μέρη διαιρεῖται καὶ τοῦτο ἀποδέδεικται, οὔτε δὲ κατ’ ἄλλον τινὰ τρόπον τῶν διαιρέσεων. καταλιμπάνεται τοίνυν ἄλλος μεταξύ τις τρόπος, ὅστις καλεῖται ὡς ἀφ’ ἑνὸς καὶ πρὸς ἕν· ἐν τούτοις γὰρ λαμβάνεται τὸ κοινὸν ἐκεῖνο ἐν τῇ ὑπο‐ γραφῇ ἀλλήλων. οἷον τί ἐστι τὸ φλεβότομον ἢ τὸ σιτίον; φαμὲν ὄργανον
20ὑγιεινὸν συμμέτρως ἔχον πρὸς τόδε, ἢ ποιητικὸν αἴτιον ὑγείας. οὕτως τοίνυν καὶ ἐνταῦθα καὶ τὴν κατάφασιν καὶ τὴν ἀπόφασιν ἀπόφανσιν λέγομεν, καὶ οὐδὲν ἀδύνατον ἕπεται. μέμψις τοίνυν τοῖς ἀντὶ τοῦ μέσου, φημὶ δὴ τοῦ ἀφ’ ἑνός, ἓν τῶν ἄκρων ὑπειληφόσιν· μέσος γάρ ἐστιν οὗτος ὁ τρόπος τῶν ὡς ἀπὸ γενῶν εἰς εἴδη καὶ τῶν ὡς ἀπὸ ὁμωνύμου φωνῆς εἰς διάφορα
25σημαινόμενα διαιρουμένων. οὕτως γὰρ καὶ ὁ Πορφύριος ἐν ταῖς Εἰσαγωγαῖς εἶπεν τὸ 〈ὂν〉 ὁμωνύμως κατηγορεῖσθαι, καίπερ ἀποδεδειγμένον ὅτι τὸ ὂν οὐ κατηγορεῖται ὁμωνύμως, ἐπειδή ἐστιν 〈ἐν αὐτῷ〉 τὸ πρότερον καὶ τὸ ὕστε‐ ρον, ἀλλ’ ὡς τὰ ἀφ’ ἑνός. Ποιεῖται δὲ μετὰ ταῦτα τὴν διαίρεσιν τοῦ ἀποφαντικοῦ λόγου καὶ τὴν
30ἐπιδιαίρεσιν οὕτως, ὅτι τῶν ἀποφαντικῶν λόγων οἱ μὲν φύσει τὴν ἑνότητα ἔχουσιν, οἱ δὲ ἐπικτήτως· ἢ μᾶλλον καὶ πρώτην καὶ ἁπλουστάτην ἔχουσιν τὴν ἑνότητα ἢ δευτέρως. καὶ ἁπλῆν μὲν ἔχει τὴν ἑνότητα ‘Σωκράτης βαδίζει‘, ταὐτὸν δὲ εἰπεῖν ἡ κατάφασις· ἡ δὲ ἀπόφασις κατὰ δευτέραν τάξιν. τῶν δὲ ἐπίκτητον ἐχόντων τὴν ἑνότητα οἱ μὲν συναπτικῷ συνδέσμῳ, οἱ δὲ
35διαζευκτικῷ, οἱ δὲ συμπλεκτικῷ, οἱ δὲ ἐρωτηματικῷ, 〈ἢ〉 ἰσοδυναμοῦντα τούτοις· συμπλεκτικῷ μὲν ὡς τὸ ‘Σωκράτης περιπατεῖ καὶ Πλάτων διαλέ‐
γεται‘ συναπτικῷ δὲ οἷον ‘εἰ ἥλιος ὑπὲρ γῆν, ἡμέρα ἐστίν‘, διαζευκτικῷ17
in Int
.

18

δὲ οἷον ‘ἢ ἡμέρα ἐστὶν ἢ νύξ ἐστιν‘, ἰσοδυναμοῦντα δὲ ὡς ‘τοῦ ἡλίου ὑπὲρ γῆν ὄντοσ‘· πάντως γὰρ ἀκολουθίαν τινὰ σημαίνει καὶ ἀπαιτεῖ, οἷον τὸ ‘ἡμέρα ἐστί‘. εἶτα μετὰ τὴν διαίρεσιν ταύτην φησὶν ὅτι πᾶς μὲν λόγος ἀποφαντικὸς ἢ ἀπὸ ὀνόματος καὶ ῥήματος ἢ ἀπὸ ὀνόματος καὶ πτώσεως
5ῥήματος σύγκειται· ἐπεὶ καὶ ὁ τοῦ ἀνθρώπου λόγος καίπερ πολλὰς ἔχων λέξεις, εἰ μὴ σχοίη τι ῥῆμα, οὐκ ἔστιν ἀποφαντικὸς λόγος. ταῦτα δὲ εἰπὼν τὴν ἐπιδιαίρεσιν τῶν ἀποφαντικῶν λόγων παραδίδωσιν. ποία δέ ἐστιν αὕτη καὶ τί διαφέρει τῆς διαιρέσεως, ἐν ἑτέρᾳ θεωρίᾳ μαθησόμεθα. Λόγος δέ ἐστι φωνὴ σημαντικ, ἧς τῶν μερῶν τι ση‐
10μαντικόν ἐστι κεχωρισμένον. καλῶς εἶπεν τὸ τί· οὐ γὰρ πάντα τὰ μέρη τοῦ λόγου σημαντικά εἰσιν ὡς φάσις, εἰ μὴ τὰ ὑποκείμενα καὶ τὰ κατηγορούμενα. μέρη γὰρ κοινότερον εἰπεῖν καὶ οἱ σύνδεσμοι καὶ αἱ ἀρνή‐ σεις λέγονται τοῦ λόγου, ἀλλὰ καθ’ αὑτὰ οὐ σημαίνουσι φάσεις· κοινότερον δὲ εἴπομεν, ἐπειδὴ ἀνωτέρω εἴρηται ὅτι οὔκ εἰσιν κυρίως μέρη.
15 Οἷον ἄνθρωπος σημαίνει τι, ἀλλ’ οὐχ ὅτι ἔστιν ἢ οὐκ ἔστιν. καὶ ἐνταῦθα πάλιν ἐλλειπῶς κέχρηται τῇ φράσει· ἔδει γὰρ αὐτὸν εἰπεῖν ἀλήθειαν ἢ ψεῦδος· ἔστιν μὲν γάρ, ἀλλ’ οὔπω δηλοῖ εἴτε ἀληθὲς ἢ ψεῦδος. Ἔστιν δὲ λόγος ἅπας μὲν σημαντικός, οὐχ ὡς ὄργανον
20δέ. ἐνταῦθα πρὸς τὴν ἀναίρεσιν ἐνίσταται τοῦ συλλογισμοῦ τοῦ κατὰ τὴν θεωρίαν ἡμῖν σαφηνισθέντος, τοῦ πειραθέντος δεῖξαι ὅτι ὁ λόγος φύσει ἐστί. καὶ πρὸς τοῦτο οὐ πάντα τὸν συλλογισμὸν προβαλλόμενος τὴν πρώτην αὐτοῦ πρότασιν διελέγχει ὡς οὖσαν ψευδῆ, ἥτις ἦν λέγουσα ὅτι ὁ λόγος ὄργανόν ἐστι τῆς φωνητικῆς δυνάμεως φύσει οὔσης. λέγει τοίνυν ὅτι οὐκ ἔστιν
25ὄργανον. Ἀποφαντικὸς δὲ οὐ πᾶς, ἀλλ’ ἐν ᾧ τὸ ἀληθεύειν ἢ ψεύ‐ δεσθαι ὑπάρχει. εἴτε τοῦτον ὑπολάβοι τις ὁρισμόν, εἴτε ὃν παρακατιὼν παραδίδωσιν, οὐκ ἔστιν ὁρισμός· ἀδύνατον γὰρ ἐν ὁρισμῷ διαζευκτικὸν σύνδεσμον εἶναι, ἀλλ’ εἰ ἔστιν διαζευκτικός, πάντως ὑπογραφὴ γίνεται. οὕτως
30τοίνυν καὶ ἐνταῦθα, εἰ εἶπεν ἀλλ’ ἐν ᾧ τὸ ἀληθεύειν ἢ ψεύδεσθαι ὑπάρχει, οὐκ ἔστιν ὁρισμός. κατάφασιν δὲ δῆλον ὅτι εἶπεν καὶ τὴν ἀπό‐ φασιν· πῶς γὰρ ἐνδέχεται τὴν αὐτὴν κατάφασιν ἀριθμῷ μίαν οὖσαν [καὶ] ἀληθῆ εἶναι ἢ ψευδῆ; ὥστε καὶ ἐνταῦθα ἐκ τῶν ὑφ’ αὑτὴν ὡρίσατο τὴν ἀπόφανσιν, καὶ ἔχομεν καὶ ἐκ τούτου ὅτι ὑπογραφή ἐστιν ὁ ἀποδοθεὶς
35λόγος ἀλλ’ οὐχ ὁρισμός. Οἱ μὲν οὖν ἄλλοι ἀφείσθωσαν· ῥητορικῆς γὰρ ἢ ποιητι‐ κῆς οἰκειοτέρα ἡ σκέψις. ποιητικὴν δὲ λέγει τὴν γραμματικήν. ῥήτορες
δὲ καὶ γραμματικοὶ ἐπεὶ τῶν ἄλλων μερῶν τοῦ λόγου φροντίδα τίθενται,18
in Int
.

19

τοῦ δὲ ἀποφαντικοῦ λόγου ἧττον μεταποιοῦνται, διὰ τοῦτο εἶπεν ὁ φιλό‐ σοφος ὅτι τοῖς ῥητορικοῖς καὶ τοῖς γραμματικοῖς ἁρμόδιος ἡ περὶ τῶν ἄλλων μερῶν τοῦ λόγου θεωρία. ῥήτορες μὲν γὰρ φροντίζουσι περὶ τῆς τοῦ λόγου ἰδέας, ἵνα εἴη ἡ φράσις σύντονος, εὐσύνθετος, γοργότητα ἔχουσα· οἱ δὲ
5γραμματικοὶ τόνους καὶ πνεύματα καὶ πτώσεις καὶ πρόσωπα πολυπραγμονεῖν μᾶλλον εἰώθασιν. Ἔστιν δὲ εἷς πρῶτος λόγος ἀποφαντικός. ἐντεῦθεν κατὰ τὴν θεωρίαν τὴν ἡμῖν ῥηθεῖσαν διαίρεσιν τοῦ ἀποφαντικοῦ λόγου προβάλλεται. Καὶ γὰρ ὁ τοῦ ἀνθρώπου λόγος, ἐὰν μὴ τὸ ἔστιν ἢ ἔσται
10ἢ ἦν ἤ τι τοιοῦτον προστεθ, οὔπω λόγος ἀποφαντικός. εἰ μέμνησθε, κατ’ ἀρχὰς ἐλέχθη ὅτι ε εἰσὶν εἴδη τοῦ ἁπλοῦ λόγου, ἀποφαντι‐ κός, εὐκτικός, κλητικός, ἐρωτηματικός, προστακτικός. οὐδαμοῦ οὖν τοῦ ὁριστικοῦ λόγου μνείαν ἐποιησάμεθα. ζητήσωμεν οὖν, ὑπὸ ποῖον εἶδος τοῦ ἁπλοῦ λόγου ἀναφέρεται ὁ ὁριστικὸς λόγος. καὶ ὑπὸ μὲν τὸν ἀπο‐
15φαντικὸν αὐτὸς εἶπεν ὅτι οὐκ ἀναφέρεται. εἰ δέ τις εἴποι ὅτι τὸ ἔστιν προσυπακούεται καὶ ὑπὸ τὸν ἀποφαντικὸν ἀνάγεται, λέγομεν ‘οὐκοῦν πᾶν σχεδὸν ὄνομα συνυπακουόμενον ἔχον τὸ ῥῆμα, καὶ τὸ ῥῆμα συνυπακουόμενον ἔχον τὸ ὄνομα ἢ τὴν ἀντωνυμίαν ἢ τὸ ἀπαρέμφατον λόγος ἐστίν.‘ εἰ δὲ τοῦτο οὐκ ἀληθές, ἐκ τῶν εἰρημένων δῆλον ὅτι ἕτερον εἶδός ἐστιν τῶν
20λόγων ὁ καλούμενος ὁριστικὸς λόγος, καὶ ἔσονται οὐκέτι ε εἴδη τοῦ ἁπλοῦ λόγου ἀλλὰ ἕξ. εἰ γὰρ ἀποφαντικός, ὡς αὐτὸς λέγει, οὐκ ἔστι, πολὺ πρότε‐ ρον οὐδὲ εὐκτικὸς οὐδὲ προστακτικὸς οὐδὲ ἄλλος λόγος. Δι’ ὅτι δὲ ἕν τί ἐστι ἀλλ’ οὐ πολλὰ τὸ ζῷον πεζὸν δί‐ πουν—οὐ γὰρ δὴ τῷ σύνεγγυς εἰρῆσθαι εἷς ἔσται· ἔστι δὲ ἄλλης
25τοῦτο πραγματείας εἰπεῖν. λέγει γὰρ ἐν ἄλλοις, οἷον ἐν τῷ ἑβδόμῳ 〈τῶν〉 Μετὰ τὰ φυσικά, ὅτι ἐπειδὴ τὸ σημαινόμενον ἕν ἐστι, ταῦτα δὲ συμπλη‐ ροῦσι τὴν οὐσίαν τοῦ σημαινομένου πράγματος, διὰ τοῦτο εἷς λόγος ἐστὶ καὶ οὐ πολλοὶ ὁ τοῦ ἀνθρώπου ὁρισμός. τί δὲ βούλεται αὐτῷ σημαίνειν τὸ οὐ γὰρ δὴ τῷ σύνεγγυς εἰρῆσθαι; φαμὲν ὅτι σύνεγγυς εἶπεν ἀντὶ
30τοῦ χωρὶς συνδέσμου. ἐν οἷς σὺν θεῷ ἡ πρᾶξις.
31tΠρᾶξις σὺν θεῷ ϛ.
32tἜστιν δὲ εἷς λόγος ἀποφαντικὸς ἢ ὁ ἓν δηλῶν ἢ ὁ συν‐
33tδέσμῳ εἷς, πολλοὶ δὲ οἱ πολλὰ καὶ μὴ ἓν ἢ οἱ ἀσύνδετοι.
34Μετὰ τὴν διαίρεσιν τῶν ἀποφαντικῶν λόγων κατὰ τὸ πρότερον καὶ τὸ
35ὕστερον ἤγουν δεύτερον παραδίδωσιν καὶ τὴν ἐπιδιαίρεσιν κατὰ τὸ ἓν καὶ τὸ19
in Int
.

20

πλῆθος, παρακατιὼν δὲ καὶ τὴν διαίρεσιν τὴν κατὰ 〈τὸ〉 ἁπλοῦν καὶ σύν‐ θετον. διαφέρει δὲ τῆς διαιρέσεως ἐκείνης ἤτοι τῆς πρώτης κατὰ τὸ πρό‐ τερον καὶ τὸ δεύτερον αὕτη, διότι ἐκείνη μὲν ἀπὸ τῆς λέξεως εἴληπται, αὕτη δὲ ἀπὸ τῆς σημασίας. ἐκείνῃ μὲν γὰρ εἷς λόγος ἐλέγετο πρῶτος
5ὁ συγκείμενος ἀπὸ δύο λέξεων ὡς τὸ ‘Σωκράτης βαδίζει‘, δεύτερον δὲ εἷς λόγος ἐλέγετο ὁ ἐκ τριῶν συγκείμενος, ὡς τὸ ‘Σωκράτης 〈οὐ〉 βαδίζει‘· ταῦτα δέ ἐστι ἡ κατάφασις καὶ ἡ ἀπόφασις ἡ ἐκ τοῦ ὑποκειμένου καὶ κατη‐ γορουμένου μόνον συγκειμένη. οἱ δὲ ἄλλοι πάντες συνδέσμῳ εἷς, ὡς ἐλέχθη· ‘Σωκράτης βαδίζει καὶ Πλάτων διαλέγεται‘, ‘εἰ ἥλιος ὑπὲρ γῆν,
10ἡμέρα ἐστίν.‘ ἡ δὲ νῦν παραδοθησομένη διαίρεσις ἀπὸ τῆς σημασίας τῶν δηλουμένων. ἐπὶ τούτων μὲν γὰρ 〈εἰ〉 ἕν ἐστι τὸ δηλούμενον, καλεῖται ὁ λό‐ γος ἐκεῖνος εἷς, κἂν ἀπὸ πολλῶν λέξεων σύγκειται κατά τε τὸ κατηγορού‐ μενον καὶ τὸ ὑποκείμενον· εἰ δὲ πολλὰ ὦσιν τὰ σημαινόμενα, ὡς ἔχει ἐπὶ τῶν ὁμωνύμων, κἂν συμβῇ ἀπὸ δύο λέξεων συγκεῖσθαι, εἴτε κατὰ τὸ ὑπο‐
15κείμενον εἴτε κατὰ τὸ κατηγορούμενον εἴτε κατ’ ἀμφότερα, τότε πολλοὶ λέγονται λόγοι καὶ οὐχ εἷς ὡς δυνάμει. *** τὴν διαίρεσιν, ὅτι τῶν ἀπο‐ φαντικῶν λόγων ὁ μὲν 〈ἓν καθ’〉 ἑνὸς κατηγορεῖ ἢ καταφατικῶς ἢ ἀποφατικῶς, οἷον καταφατικῶς μὲν οἷον ‘ἄνθρωπος βαδίζει‘, ἀποφατικῶς δὲ οἷον ‘ἄνθρω‐ πος οὐ βαδίζει‘, ἢ σχέσιν τινὰ σημαίνει· καὶ εἰ σχέσιν, ἢ κατὰ ἀκολου‐
20θίαν ἢ κατὰ διάζευξιν. κατὰ ἀκολουθίαν μὲν οἷον ‘εἰ ἥλιος ὑπὲρ γῆν, ἡμέρα ἐστίν‘· τοῦτο γὰρ δηλοῖ ὅτι τοῦ ἡλίου ὑπὲρ γῆν ὄντος ἡμέρα ἐστίν· κατὰ διάζευξιν δὲ ‘ἤτοι ἡμέρα ἐστὶν ἢ νύξ ἐστιν‘. εἰ δὲ μήτε σχέσιν ἔχει δηλου‐ μένην, μήτε ἓν καθ’ ἑνὸς κατηγορεῖ λόγος, οὕτως οὐ λέγεται εἷς ἀλλὰ πολλοί, ἢ ὡς ἐπὶ τῶν ὁμωνύμων ἢ ὡς ἐπὶ τῶν ἀσυνδέτων. οὕτως εἰρηκὼς
25τὴν διαίρεσιν ὑπογράφει τὴν ἀπόφανσιν, ἀλλ’ ὡς ἐκ τῶν ὑφ’ αὑτὴν λέγων ὅτι ἀπόφανσίς ἐστι λόγος σημαίνων τινὶ ὑπάρχειν ἢ μὴ ὑπάρχειν. τὸ δέ τινι ὑπάρχειν δηλοῖ τὴν κατάφασιν, τὸ δέ τινι μὴ ὑπάρχειν δηλοῖ τὴν ἀπό‐ φασιν. ὅσα δὲ ἔδει πρὸς τοῦτο λέγεσθαι ἤδη φθάσαντες ἀπεδώκαμεν. [Κατάφασις δέ ἐστι λόγος ἀποφαντικός τινος κατά τινος,
30ἀπόφασις δέ ἐστι λόγος ἀποφαντικός τινος ἀπό τινος.] συνάπτει δὲ τοῖς εἰρημένοις καὶ τὴν τρίτην διαίρεσιν κατὰ τὸ ἁπλοῦν οὖσαν καὶ τὸ σύνθετον λέγων ὅτι ἁπλῆ μὲν ἀπόφανσίς ἐστι κατάφασις ἢ ἀπόφασις, οἷον ‘Σωκράτης βαδίζει, Σωκράτης οὐ βαδίζει‘, σύνθετος δὲ ἀπόφανσις ἡ ἐκ δύο
[ὃς] καταφάσεων συγκειμένη ἢ ἐκ δύο ἀποφάσεων ἢ μιᾶς μὲν καταφάσεως20
in Int
.

21

μιᾶς δὲ ἀποφάσεως. οὐ δεῖ θαυμάζειν ὅτι καὶ ἐν τῇ πρώτῃ διαιρέσει ἕνα λόγον εἶπεν τὸν δεσμῷ τὴν ἑνότητα ἔχοντα καὶ ἐνταῦθα πάλιν εἶπεν συν‐ δέσμῳ εἷς. καὶ γὰρ οὐδὲν ἀδύνατον ἔν τινι σκέλει τῆς πρώτης διαιρέσεως ἐμπεριέχεσθαι καί τι σκέλος τῆς δευτέρας διαιρέσεως κατ’ ἄλλην ἔννοιαν,
5ὡς ἔχει ἐπὶ τοῦ ποσοῦ. εἴπομεν γὰρ ἐκεῖ ὅτι τοῦ ποσοῦ τὸ μέν ἐστι διωρισμένον, τὸ δὲ συνεχές· καὶ πάλιν τοῦ ποσοῦ τὸ μέν ἐστι θετόν, τὸ δὲ ἄθετον. ἐνταῦθα γὰρ τὸ θετὸν πάντως ἐν τῷ συνεχεῖ ποσῷ θεωρεῖται· εἴ τι μὲν γὰρ θετόν, πάντως συνεχές, οὐκ εἴ τι δὲ συνεχές, πάντως τοῦτο καὶ θετόν ἐστιν, ὡς ἐκεῖσε σαφέστατα τὴν ἀπόδειξιν ἐποιησάμεθα. πάλιν
10καὶ ἐν τῇ διαιρέσει τοῦ ζῴου τὸ αὐτὸ συμβέβηκεν. φαμὲν γὰρ τοῦ ζῴου τὸ μὲν λογικόν, τὸ δὲ ἄλογον· καὶ πάλιν τοῦ ζῴου τὸ μὲν θνητόν, τὸ δὲ ἀθάνατον. καὶ ἐνταῦθα γὰρ δῆλον ὅτι ἔστι τὸ ἄλογον θνητὸν πάντως· οὐ πάντως δὲ τὸ θνητὸν ἤδη καὶ ἄλογον· ὁ γὰρ ἄνθρωπος θνητὸς μέν ἐστιν, οὐκ ἄλογος δέ, ἀλλὰ λογικὸς θνητός ἐστιν. καὶ ταῦτα μὲν ἄχρι
15τούτων. λοιπὸν ἄρχεται διαλέγεσθαι καὶ περὶ ἀντιφάσεως. τί δέ ἐστιν ἀντίφασις καὶ ποῖα τὰ χαρακτηρίζοντα ταύτην, ἐν ἑτέρᾳ θεωρίᾳ μαθη‐ σόμεθα. Ἔστι δὲ εἷς λόγος ἀποφαντικὸς ἢ ὁ ἓν δηλῶν ἢ ὁ συνδέσμῳ εἷς, πολλοὶ δὲ οἱ πολλὰ καὶ μὴ ἕν. ἄξιον δέ ἐστι ζητῆσαι διὰ τί
20προσέθηκεν καὶ μὴ ἕν, καὶ μὴ εἶπεν ‘πολλοὶ δέ εἰσιν οἱ πολλὰ σημαίνον‐ τεσ‘ καὶ ἠρκέσθη τούτοις. καὶ λέγομεν πρὸς τοῦτο ὅτι ἡ καθόλου ἀπό‐ φασις καὶ πολλὰ σημαίνει καὶ ἕν· ὁμοίως καὶ ἡ καθόλου κατάφασις. οἷον ‘πᾶς ἄνθρωπος ἀναπνεῖ‘ καὶ πάντας τοὺς καθ’ ἕκαστα σημαίνει ἀνθρώπους καὶ μίαν ἑνικὴν φύσιν σημαίνει τὴν ἀνθρωπίνην. οὕτως ἔχει καὶ ἡ ἔχουσα
25καθόλου ἀπόφασις ‘οὐδεὶς ἄνθρωπος ἵπταται.‘ εἰ τοίνυν εἶπεν οὕτως ὅτι ‘πολλοὶ δὲ λόγοι εἰσὶν οἱ πολλὰ σημαίνοντεσ‘, συμπεριελάμβανεν ἂν καὶ τὴν τοιαύτην πρότασιν. Ἢ ὁ συνδέσμῳ εἷς· λέγει ὁ Ἰάμβλιχος ὅτι ἄνω τὸ ‘συνδέσμῳ εἷσ‘ ἐπὶ συμπλεκτικῶν συνδέσμων εἶπεν, τοὺς μὴ σημαίνοντας σχέσιν δύο πραγ‐
30μάτων ἢ πολλῶν, ὡς τὸ ‘Σωκράτης βαδίζει καὶ Πλάτων διαλέγεται‘, ἐνταῦθα δὲ συνδέσμῳ εἷς εἶπεν αἰνιττόμενος τὰς ὑποθετικὰς προτάσεις, οἷον ‘εἰ ὁ ἥλιος ὑπὲρ γῆν, ἡμέρα ἐστίν.‘ οὐκ ἔστιν δὲ τοῦτο ἀληθές· οὐδὲ γὰρ ἔχει δεῖξαι ὅτι ἐπὶ τῆς ἐννοίας ταύτης τέθεικεν ὁ φιλόσοφος τὸ ἢ συνδέσμῳ εἷς. ἀλλ’ ὥσπερ εἶπον, οὐδὲν ἀδύνατον ἓν τῶν σκελῶν τῆς διαιρέσεως ἐν τῷ ἑτέρῳ
35θεωρεῖσθαι. αὐτὸς γὰρ παρακατιὼν λέγει εὐθὺς ὅτι ἁπλῆ ἀπόφανσίς ἐστιν ἡ ἓν καθ’ ἑνὸς κατηγοροῦσα, σύνθετος δὲ ἡ ἐκ τούτων συγκειμένη· ὡσαύ‐ τως δὲ καὶ ἐπὶ τῶν ἀποφάσεων. ὥστε ἐν τοῖς τρισὶ σκέλεσιν ἐξ ἀνάγκης
τὸ αὐτὸ εἶπεν κατὰ τὸν Ἀμμώνιον. ἐν οἷς ἡ πρᾶξις.21
in Int
.

22

(1t)

Πρᾶξις σὺν θεῷ ζ.
2tἘπεὶ δὲ ἔστι καὶ τὸ ὑπάρχον ἀποφαίνεσθαι ὡς μὴ
3tὑπάρχον καὶ τὸ μὴ ὑπάρχον ὡς ὑπάρχον καὶ τὸ ὑπάρχον ὡς
4tὑπάρχον καὶ τὸ μὴ ὑπάρχον ὡς μὴ ὑπάρχον καὶ τὰ ἑξῆς.
5 Ἀποδέδωκεν τί ἐστιν ὁ καθόλου λόγος, ἔτι δὲ καὶ τί ἐστιν ἀπόφανσις, πρὸς τούτοις δὲ τί ἐστι κατάφασίς τε καὶ ἀπόφασις. ἐντεῦθεν ἄρχεται δι‐ δάσκειν καὶ περὶ τῆς καλουμένης ἀντιφάσεως καὶ προσδιορίζεται τί ἐστιν ἀντίφασις καὶ ποῖα τὰ συντρέχοντα εἰς τὸ δεῖν γενέσθαι ἀντίφασιν. πρὸς δὲ τὴν εὕρεσιν ταύτης προλαμβάνει τι λημμάτιον. ἔστι δὲ τοῦτο τὸ λημμάτιον
10ὅτι πάσῃ καταφάσει ἀντίκειται ἀπόφασις καὶ πάσῃ ἀποφάσει ἀντίκειται πάλιν κατάφασις· δῆλον δὲ τοῦτο ὅτι ἡ ψευδομένη τῇ ἀληθευούσῃ. ἐπειδὴ γὰρ ἔστι καὶ τὸ ὑπάρχον ἀποφαίνεσθαι ὡς ὑπάρχον, οἷον ‘Σωκράτης δίκαιός ἐστιν‘ (τοῦτο γὰρ παρὰ πᾶσιν ὁμολογούμενον καθέστηκεν ὅτι Σωκράτης δί‐ καιός ἐστιν), καὶ τὸ ὑπάρχον ὡς μὴ ὑπάρχον, οἷον ‘Σωκράτης δίκαιος οὐκ
15ἔστιν‘ (ὑπάρχοντος *** τοῦτο ὑπάρχον ὡς μὴ ὂν βουλόμενός φημι ὅτι Σωκράτης δίκαιος οὐκ ἔστιν), ἔτι δὲ καὶ τὸ μὴ ὑπάρχον 〈ὡς μὴ ὑπάρχον〉, οἷον ‘Σωκράτης ἄδικος οὐκ ἔστι,‘ καὶ τὸ μὴ ὑπάρχον ὡς ὑπάρχον, οἷον ‘Σω‐ κράτης ἄδικός ἐστιν‘, ἐξ ἀνάγκης τοίνυν ἀντίκειται ἡ ἀληθὴς ἀπόφασις, φημὶ δὴ ἡ λέγουσα ‘Σωκράτης ἄδικος οὐκ ἔστιν‘ 〈τῇ ψευδεῖ καταφάσει τῇ λεγούσῃ
20‘Σωκράτης ἄδικός ἐστιν‘〉, ἡ δὲ ἀληθὴς κατάφασις τῇ ψευδεῖ ἀποφάσει, λέγω δὴ ἡ λέγουσα ‘Σωκράτης δίκαιός ἐστιν‘ τῇ λεγούσῃ ‘Σωκράτης δίκαιος οὐκ ἔστιν‘. ὅταν οὖν ἀντίκειται ἀληθὴς πρότασις ψευδεῖ προτάσει ἐπὶ παντὸς χρόνου καὶ ἐπὶ πάσης ὕλης, τότε καλεῖται ἀντίφασις. καὶ ταῦτα μέν εἰσιν τὰ δέοντα συντρέχειν εἰς τὸ τὴν ἀντίφασιν γίνεσθαι. ἔστι τοίνυν ὁριζομένους
25τὴν ἀντίφασιν εἰπεῖν, ὅτι ἀντίφασίς ἐστι μάχη δύο προτάσεων μεριζουσῶν τὸ ἀληθὲς καὶ τὸ ψεῦδος ἐπὶ πάσης ὕλης καὶ ἐπὶ παντὸς χρόνου. οἷον ‘πᾶς ἄνθρωπος δίκαιός ἐστιν, οὐ πᾶς ἄνθρωπος δίκαιός ἐστιν‘· πάντως τού‐ των μὲν μία ἀληθὴς ἢ ψευδής. καὶ ἐπὶ παρῳχημένων δὲ οἷον ‘πᾶς ἄν‐ θρωπος δίκαιος ἦν, οὐ πᾶς ἄνθρωπος δίκαιος ἦν‘. ὡσαύτως καὶ ἐπὶ τοῦ
30μέλλοντος ‘πᾶς ἄνθρωπος δίκαιος ἔσται, πᾶς ἄνθρωπος δίκαιος οὐκ ἔσται‘. ὡσαύτως καὶ ἐπὶ τῶν ἄλλων ὑλῶν, τῆς τε ἀναγκαίας καὶ τῆς ἀδυνάτου, ὡς σὺν θεῷ μαθησόμεθα. δεῖ δὲ συντρέχειν εἰς τοῦτο καὶ τὸ αὐτὸ κατη‐ γορούμενον καὶ τὸ αὐτὸ ὑποκείμενον· ἐὰν γάρ ἐστι τὸ αὐτὸ μὲν ὑποκείμενον, οὐκ ἔστι δὲ τὸ αὐτὸ κατηγορούμενον, οὐκέτι γίνεται ἀντίφασις, οἷον ‘Σω‐
35κράτης βαδίζει, Σωκράτης οὐ διαλέγεται‘· καὶ γὰρ ἐνδέχεται τὰς δύο προ‐22
in Int
.

23

τάσεις ταύτας ἤτοι ἀληθεῖς εἶναι ἢ ἀμφοτέρας ψευδεῖς. ἐπὶ δὲ τῆς ἀντι‐ φάσεως οὐ τοῦτο ἦν, ἀλλὰ ἡ μὲν πάντως ἠλήθευεν, ἡ δὲ πάντως ἐψεύδετο. καὶ τὸ ἀνάπαλιν δὲ ἐὰν συμβῇ τὸν αὐτὸν μὲν κατηγορούμενον φυλάττεσθαι, τὸν δὲ ὑποκείμενον ἐναλλάττεσθαι, τὸ αὐτὸ πάλιν γενήσεται· οἷον ἐὰν εἴπω
5‘Σωκράτης ὑγιαίνει, Πλάτων οὐχ ὑγιαίνει‘, δυνατὸν ἀμφοτέρας ἀληθεῖς εἶναι ἢ ψευδεῖς, καὶ μηκέτι τὴν μὲν ἀληθεύειν τὴν δὲ ψεύδεσθαι καὶ τὴν ἀντί‐ φασιν ἀπεργάζεσθαι. οὐ μόνον δὲ ταῦτα δεῖ συντρέχειν, ἀλλὰ καὶ τὸ μὴ κατ’ ἄλλο καὶ ἄλλο τὸ αὐτὸ λαμβάνεσθαι ἢ πρὸς ἄλλο καὶ ἄλλο. οἷον κατ’ ἄλλο μὲν καὶ ἄλλο ὡς ὅταν εἴπω ‘Αἰθίοψ λευκός ἐστιν, Αἰθίοψ λευκὸς
10οὐκ ἔστιν‘· ἐνδέχεται γὰρ τὰς δύο ἀληθεῖς εἶναι, ἐὰν κατ’ ἄλλο καὶ ἄλλο λάβω τὸ κατηγορούμενον· λευκὸς μὲν γάρ ἐστιν κατὰ τοὺς ὀδόντας, οὐ λευκὸς δὲ κατὰ τὸ λοιπὸν σῶμα. μὴ πρὸς ἄλλο καὶ ἄλλο, οἷον ‘Σωκράτης πατήρ ἐστι, Σωκράτης πατὴρ οὐκ ἔστι‘· ‘ὁ λίθος μείζων ἐστί, ὁ λίθος μείζων οὐκ ἔστιν‘· ἐνδέχεται γὰρ ἄλλου μὲν πατέρα εἶναι τὸν Σωκράτην, ἄλλου
15δὲ υἱόν, καὶ πάλιν τὸν λίθον ἄλλου μὲν μείζονα εἶναι, ἄλλου δὲ μικρότερον ὑπάρχειν. μὴ ἄλλως καὶ ἄλλως, τοῦτ’ ἔστιν μὴ τὸ μὲν δυνάμει τὸ δὲ ἐν‐ εργείᾳ· εἰ γὰρ τοῦτο, πάλιν οὐκέτι ἔσται ἀντίφασις, ἀλλ’ ἢ ἀμφότεραι αἱ προτάσεις ἀληθεύσουσιν ἢ ἀμφότεραι ψευδεῖς ἔσονται, ὡς ‘τὸ παιδίον γραμ‐ ματικόν ἐστι, τὸ παιδίον γραμματικὸν οὐκ ἔστιν‘· ἐνεργείᾳ μὲν γραμματικὸν
20οὐκ ἔστι, δυνάμει δὲ γραμματικὸν ὑπάρχει. μὴ ἐν ἄλλῳ καὶ ἄλλῳ· δυνα‐ τὸν γὰρ ἐν ἄλλῳ μὲν χρόνῳ Σωκράτη ὑγιαίνειν, ἐν ἄλλῳ δὲ νοσεῖν, καὶ ἐὰν εἴπω ‘Σωκράτης ὑγίαινεν, Σωκράτης οὐχ ὑγίαινεν‘, τὴν ἀντίφασιν οὐ ποιῶ. μὴ ὁμωνύμως· ἐὰν γὰρ εἴπω ‘Αἴας ἐμονομάχησεν, Αἴας οὐκ ἐμονομά‐ χησεν‘, εὑρίσκομαι ἀληθεύων καὶ μὴ μερίζων τὸ ἀληθὲς καὶ τὸ ψεῦδος ἐπὶ
25[δε] τῶν δύο προτάσεων, ὅπερ βούλεται ἡ ἀντίφασις· Αἴας μὲν γὰρ ὁ Λο‐ κρὸς οὐκ ἐμονομάχησεν, ὁ δὲ Σαλαμίνιος ἐμονομάχησεν. μὴ συνωνύμως, ἵνα μὴ εἴπω ‘ἄνθρωπος βαδίζει, ἄνθρωπος οὐ βαδίζει‘· ἐνδέχεται γὰρ τινὰ μὲν ἄνθρωπον βαδίσαι 〈τινὰ δὲ μὴ βαδίσαι〉, καὶ εὑρίσκονται ἀμφότεραι αἱ προτάσεις ἀληθεύουσαι. πολλάκις δὲ οὐ μόνον ὁ εἷς ὅρος ἐστὶν ὁμώνυμος
30ἢ συνώνυμος, ἀλλὰ καὶ ἀμφότεροι. οὐ μόνον δὲ οὗτοί εἰσιν οἱ προσδιο‐ ρισμοί, οὓς δεῖ παραφυλάττεσθαι εἰς τὸ τὴν ἀντίφασιν ἀποτελεσθῆναι, ἀλλὰ καὶ ἄλλοι, οὓς τέθεικεν ἐν τοῖς καλουμένοις Σοφιστικοῖς ἐλέγχοις. ἀπα‐ ριθμεῖται μὲν γὰρ ἐκεῖ ἓξ μὲν τρόπους παραλογισμῶν γινομένους παρὰ τὴν λέξιν, ζ δὲ παρὰ τὴν διάνοιαν. δεῖ τοίνυν ταῦτα πάντα παραφυλάττεσθαι,
35ἵνα [μὴ] γένηται ἀντίφασις. ἐν οἷς ἡ θεωρία καὶ τὸ πρῶτον τμῆμα σὺν θεῷ πληροῦται. Καὶ ἔστω ἀντίφασις τοῦτο, κατάφασις καὶ ἀπόφασις. ζη‐
τοῦμεν διὰ τί λέγει τὰς ἀντικειμένας προτάσεις, οἷον ‘Σωκράτης βαδίζει‘,23
in Int
.

24

‘Σωκράτης οὐ βαδίζει‘ ἀντίφασιν καὶ μὴ ἀντιπρότασιν. καὶ λέγομεν, ἐπειδὴ χρεία ἐστὶν ἐν ταῖς προτάσεσιν τὸ κυριώτερον μέρος ἀνελεῖν, οἷον δήποτε ἂν εἴη κυριώτερον, εἴτε ὁ κατηγορούμενος εἴτε ὁ τρίτος προσκατηγορού‐ μενος εἴτε ὁ προσδιορισμός· τὸ δὲ μέρος φάσις ἐλέγετο. ἐπειδὴ οὖν τὴν
5φάσιν ἀναιροῦμεν καὶ οὐχὶ ὅλην τὴν πρότασιν, διὰ τοῦτο ἀντίφασις τὸ τοιοῦτο λέγεται καὶ οὐκ ἀντιπρότασις. ἐν οἷς σὺν θεῷ ἡ πρᾶξις.
7tἈρχὴ σὺν θεῷ τοῦ β τμήματος. 〈Πρᾶξις α
8tἘπειδή ἐστιν τὰ μὲν καθόλου τῶν πραγμάτων τὰ δὲ
9tκαθ’ ἕκαστον· λέγω δὲ καθόλου μὲν ὃ ἐπὶ πλειόνων πέφυκεν
10tκατηγορεῖσθαι καθ’ ἕκαστον δὲ ὃ μή, καὶ τὰ ἑξῆς.
11 Ἐντεῦθεν τῶν ἀγώνων ἀπάρχεται καὶ διαλέγεται τοίνυν περὶ προ‐ τάσεων τῶν συγκειμένων ἔκ τε τοῦ κατηγορουμένου καὶ τοῦ ὑποκειμένου μόνον, οἷον ‘ἄνθρωπος βαδίζει, Σωκράτης βαδίζει‘. ζητοῦμεν δὲ πρὸ τῆς κατὰ τὴν λέξιν ἐξηγήσεως τὰ τρία ταῦτα κεφάλαια· πρῶτον τί ἐστιν
15προσδιορισμός (κοινὸν γὰρ τοῦτο καὶ ἐπὶ τῶν ἄλλων εἰδῶν τῶν προ‐ τάσεων) καὶ πόσοι εἰσὶν προσδιορισμοί, δεύτερον τίς ἀριθμὸς τῶν προτάσεων τῶν ἐκ τοῦ κατηγορουμένου καὶ ὑποκειμένου μόνου συγκειμένων, καὶ τρίτον πῶς ἐκ τῶν καταφάσεων ποιοῦμεν τὰς ἀποφάσεις. ἀρξώμεθα τοῦ πρώτου. προσδιορισμὸς τοίνυν ἐστὶ πρόσρημα σημαῖνον ἐπὶ πόσον ὑπάρχει τὸ κατη‐
20γορούμενον τοῦ ὑποκειμένου. οἷον ἐν τῷ εἰπεῖν ‘πᾶς ἄνθρωπος βαδίζει‘ ση‐ μαίνει μοι ὅτι πᾶσι τοῖς ὑπὸ τὸν ἄνθρωπον οὖσιν, οἷον Σωκράτει, Πλάτωνι Ἀλκιβιάδῃ καὶ τοῖς λοιποῖς ὑπάρχει τὸ βαδίζειν. ἐν τῷ πάλιν λέγειν ὅτι ‘τὶς ἄνθρωπος βαδίζει‘ σημαίνει ὅτι τισὶν μὲν τῶν ἀνθρώπων ὑπάρχει τὸ βαδίζειν, τισὶν δὲ οὔ· ὡσαύτως καὶ ἐπὶ τοῦ ‘οὐδεὶς ἄνθρωπος βαδίζει‘ καὶ ‘οὐ πᾶς ἄν‐
25θρωπος βαδίζει‘. εἰσὶν δὲ προσδιορισμοὶ δ, δύο μὲν καθόλου, δύο δὲ μερικοί· καὶ τούτων 〈οἱ〉 μὲν καταφατικοὶ οἱ δὲ ἀποφατικοί. καθόλου μὲν καταφατικὸς οἷον ‘πᾶς ἄνθρωπος ἀναπνεῖ‘, καθόλου δὲ ἀποφατικὸς ‘οὐδεὶς ἄνθρωπος ἵπτα‐ ται‘· μερικοὶ δὲ πάλιν καταφατικὸς μὲν ‘τὶς ἄνθρωπος βαδίζει‘, ἀποφατικὸς δὲ ‘οὐ πᾶς ἄνθρωπος βαδίζει‘. ἀνάγκη γὰρ δ εἶναι τοὺς προσδιορισμοὺς καὶ
30οὔτε πλείονας οὔτε ἐλάττονας. ἢ γὰρ τὸ καθόλου ἀποφαινόμεθα, καὶ τοῦτο ἀποφατικῶς ἢ καταφατικῶς, καὶ ποιεῖ τοὺς δύο καθόλου προσδιορισμούς, φημὶ δὴ τὸν πᾶς καὶ τὸν οὐδείς, ἢ τὸ μερικὸν ἀόριστον, καὶ πάλιν τοῦτο ἢ κατα‐ φατικὸν ἢ ἀποφατικόν, καὶ ποιεῖ τοὺς δύο μερικοὺς προσδιορισμούς, οἷον τὸν τὶς καὶ τὸν οὐ πᾶς, τὸν μὲν τὶς καταφατικόν, τὸν δὲ οὐ πᾶς ἀποφατικόν.
35μεμαθήκαμεν τοίνυν τί ἐστιν προσδιορισμὸς καὶ πόσοι εἰσὶν οἱ προσδιορισμοί. ἐν οἷς τὸ πρῶτον πληροῦται κεφάλαιον.
Δεύτερον δὲ κεφάλαιόν ἐστιν ἐν ᾧ ζητοῦμεν, τίς ὁ ἀριθμὸς τῶν ἐκ24
in Int
.

25

τοῦ ὑποκειμένου καὶ κατηγορουμένου συγκειμένων προτάσεων. εἰσὶν οὖν ρμδ αἱ προτάσεις δι’ αἰτίαν τοιαύτην· ἔστι δὲ ἡ αἰτία ἀπὸ τοῦ ὑποκει‐ μένου, ἀπὸ τῆς σχέσεως τοῦ κατηγορουμένου πρὸς τὸ ὑποκείμενον καὶ ἀπὸ τῶν προσδιορισμῶν· διὸ τὸ περὶ τῶν προσδιορισμῶν κεφάλαιον προειλήφαμεν.
5ἀπὸ μὲν τοῦ ὑποκειμένου αἰτίαν τοιαύτην λαμβάνομεν. τὸ ὑποκείμενον ἢ μερικόν ἐστι καὶ καθ’ ἕκαστον, οἷον Σωκράτης, ἢ καθόλου· μερικὸν δὲ λέγω τὸ ἄτομον καὶ καθ’ ἑνὸς φερόμενον, καθόλου δὲ τὸ ἐν πολλοῖς θεω‐ ρούμενον καὶ πολλῶν κατηγορούμενον, οἷον ἄνθρωπος. τοῦτο δὲ καθόλου ἢ ἔχει προσδιορισμὸν ἢ οὐκ ἔχει. οὐκ ἔχει μὲν ὡς τὸ ‘ἄνθρωπος βαδίζει‘·
10εἰ δὲ ἔχει, ἢ μερικὸν καταφατικὸν ἔχει ἢ καθόλου καταφατικόν. ὑποκεί‐ σθωσαν γὰρ νῦν οἱ καταφατικοὶ προσδιορισμοί· τὰς γὰρ καταφάσεις μόνον τέως ζητοῦμεν. γεγόνασιν οὖν τέσσαρες προτάσεις ‘Σωκράτης βαδίζει, ἄν‐ θρωπος βαδίζει, τὶς ἄνθρωπος βαδίζει, πᾶς ἄνθρωπος βαδίζει‘, αἱ δ δὲ καταφατικαί εἰσιν. τούτων τῶν δ πολλαπλασιαζομένων ἐπὶ τὴν τριμέρειαν
15τοῦ χρόνου γίνονται ιβ προτάσεις, οἷον ‘Σωκράτης βαδίζει, Σωκράτης ἐβά‐ δισεν, Σωκράτης βαδίσει‘· ἰδοὺ γ. ‘ἄνθρωπος βαδίζει, ἄνθρωπος ἐβάδισεν, ἄνθρωπος βαδίσει‘· ἰδοὺ πάλιν γ, ὡς εἶναι ϛ. ‘τὶς ἄνθρωπος βαδίζει, τὶς ἄνθρωπος ἐβάδισεν, τὶς ἄνθρωπος βαδίσει‘· ἰδοὺ θ. ‘πᾶς ἄνθρωπος βαδίζει, πᾶς ἄνθρωπος ἐβάδισεν, πᾶς ἄνθρωπος βαδίσει‘· ἰδοὺ ιβ προτάσεις παρὰ τὴν
20τριμέρειαν τοῦ χρόνου. πάλιν τῶν ιβ τούτων προτάσεων πολυπλασιαζο‐ μένων ἐπὶ τὴν τριμέρειαν τῆς σχέσεως τοῦ κατηγορουμένου πρὸς τὸ ὑπο‐ κείμενον γίνονται λϛ. σχέσεις δὲ λέγω τὰς τρεῖς ταύτας, ἐνδεχομένην ἀναγκαίαν καὶ ἀδύνατον. ταύτας δὲ τὰς σχέσεις ἐκάλεσαν οἱ παλαιοὶ ὕλας, οἷς τῆς τούτων ἐμέλησεν τεχνολογίας, διότι ὥσπερ ἡ ὕλη συναναφαίνεται
25τοῖς εἴδεσιν, οὕτως καὶ ἡ τοιάδε σχέσις συναναφαίνεται τῷ εἴδει τῶν προ‐ τάσεων. ἐν γὰρ τῷ λέγειν ‘Σωκράτης ἀναπνεῖ‘ ἐσήμανέν μοι τὴν ἀναγκαίαν σχέσιν, ‘Σωκράτης βαδίζει‘ τὴν ἐνδεχομένην, ‘Σωκράτης ἵπταται‘ τὴν ἀδύνατον. ἐπὶ ταύτας οὖν τὰς τρεῖς σχέσεις τῶν ιβ τούτων πολυπλασιαζομένων γίνονται λϛ καταφάσεις. καὶ ἐπεὶ πάσῃ καταφάσει, ὡς προείρηται, ἀντίκειται ἀπό‐
30φασις, ἐξ ἀνάγκης ὅσαι καταφάσεις εἰσίν, τοσαῦται πάλιν ἀποφάσεις γίνον‐ ται· ὡς εἶναι πάσας τὰς προτάσεις οβ, ὡρισμένου ὄντος τοῦ ὑποκειμένου. εἰ δὲ εἴη ἀόριστον τὸ ὑποκείμενον, τὸν αὐτὸν τρόπον. εἶπεν δὲ αὐτὸς ἀόριστον εἶναι ὄνομα τὸ οὐ Σωκράτης, τὸ οὐκ ἄνθρωπος. γίνονται τοίνυν κατὰ τὸν ὑποκείμενον δ καταφάσεις ‘οὐ Σωκράτης βαδίζει, οὐκ ἄνθρωπος
35βαδίζει, τὶς οὐκ ἄνθρωπος βαδίζει, πᾶς οὐκ ἄνθρωπος βαδίζει‘. τούτων πο‐ λυπλασιαζομένων ἐπὶ τὴν τριμέρειαν τοῦ χρόνου καὶ πάλιν ἐπὶ τὴν τριπλόην τῆς ὕλης ὡσαύτως γίνονται λϛ καταφάσεις· δῆλον δὲ ὅτι καὶ τοσαῦται ἀπο‐ φάσεις. ὡς γίνεσθαι πάσας ὁμοῦ ρμδ προτάσεις τὰς ἐκ τοῦ κατηγορουμένου καὶ
ὑποκειμένου μόνου συγκειμένας. ἐν οἷς καὶ τὸ δεύτερον πληροῦται κεφάλαιον.25
in Int
.

26

Τρίτον ἦν κεφάλαιον τῶν προτεθέντων ἡμῖν εἰς ζήτησιν τὸ εἰπεῖν πῶς ποιοῦμεν τὰς ἀποφάσεις ἐκ τῶν καταφάσεων τούτων, τίνι συνάπτοντες τὴν οὔ ἄρνησιν, ἆρά γε τῷ κατηγορουμένῳ ἢ τῷ ὑποκειμένῳ. ἐπὶ μὲν οὖν ἀπροσδιορίστων προτάσεων καὶ τῶν καθ’ ἕκαστα λέγομεν δεῖν συνάπτεσθαι
5τὴν οὔ ἄρνησιν τῷ κατηγορουμένῳ· πρῶτον μὲν ὅτι εἰ συνάψοιμεν τῷ ὑποκειμένῳ τὴν οὔ ἄρνησιν ἀλλὰ μὴ τῷ κατηγορουμένῳ, καταφάσεις γίνον‐ ται ἀόριστοι, ὡς εἴρηται· τὸ γὰρ οὐ ‘Σωκράτης βαδίζει‘ ἓν μὲν ἀναιρεῖ, ἄπειρα δὲ εἰσάγει. δευτέραν δὲ λέγομεν αἰτίαν, ὅτι δεῖ τῷ κατηγορουμένῳ συνάψαι τὴν οὔ ἄρνησιν· ἐν ταῖς τοιαύταις προτάσεσιν ἔχει τὸ κατηγορού‐
10μενον πρὸς τὸν σκοπὸν τοῦ εἰπόντος τὴν κατάφασιν. ἐκείνου γὰρ εἰπόντος ὅτι Σωκράτης βαδίζει θέλει ἀναιρεῖν οὐ τὸν Σωκράτην ἀλλὰ τὸ βαδίζει. καὶ ἐπεὶ τὸ κῦρος ἔχει τὸ κατηγορούμενον ἐν ταῖς τοιαύταις προτάσεσιν, ὡς δηλοῖ καὶ τὸ ὄνομα τῶν τοιούτων προτάσεων (κατηγορικαὶ γὰρ λέγονται προτάσεις ὡς ἐκ τοῦ κυριωτέρου μορίου τὴν προσηγορίαν λαβοῦσαι), δεῖ
15τῷ κυριωτέρῳ μορίῳ συνάψαι τὴν οὔ ἄρνησιν καὶ τὸ αὐτὸ ἀνελεῖν ὅπερ κατέφησεν ἡ κατάφασις. οὕτως γὰρ καὶ ἐπὶ τῆς ἀναιρέσεως τῶν ζῴων κατὰ τοῦ κυριωτέρου μορίου τὸ ξίφος ἐμβάλλομεν, ἵνα θᾶττον ἀναιρεθῇ τὸ ζῷον, οἷον τῇ καρδίᾳ ἢ τῷ ἥπατι ἢ τῷ ἐγκεφάλῳ τὸ ξίφος προσάγοντες ἀλλ’ οὐ χειρὶ ἢ ποδὶ καὶ τοῖς τοιούτοις. ἐπὶ δὲ τῶν προσδιωρισμένων προ‐
20τάσεων λέγομεν ὅπερ ἄλλοι ἀπροσδιορίστως εἶπον, ὅτι πάντως τῷ κατηγο‐ ρουμένῳ, οὐ καλῶς ** ἡμεῖς γὰρ λέγομεν πάλιν διὰ δύο αἰτίας ὅτι δεῖ τῷ προσδιορισμῷ συνάψαι τὴν οὔ ἄρνησιν· πρῶτον μὲν διὰ τὸ ἤδη εἰρημένον, ὅτι ὥσπερ ἐν ταῖς ἀπροσδιορίστοις καὶ ἐν ταῖς καθ’ ἕκαστα προτάσεσιν τὸ κῦρος τὸ κατηγορούμενον ἔχει, οὕτως καὶ ἐν ταῖς προσδιωρισμέναις προ‐
25τάσεσιν ὁ προσδιορισμός· δεύτερον δέ, ὅτι εἰ μὴ συνάψωμεν τῷ προσδιορισμῷ τὴν οὔ ἄρνησιν, οὐ γίνονταί ποτε ἀντιφάσεις. οἷον ἐὰν εἴπω ‘πᾶς ἄνθρω‐ πος βαδίζει, πᾶς ἄνθρωπος οὐ βαδίζει‘, αἱ δύο συμψεύδονται, καὶ οὐκέτι ἀντίφασις τὸ τοιοῦτον ἀλλ’ ἐναντίαι προτάσεις. τὸ γὰρ ‘πᾶς ἄνθρωπος οὐ βαδίζει‘ τὴν αὐτὴν δύναμιν ἔχει τῇ προτάσει τῇ λεγούσῃ ‘οὐδεὶς ἄνθρωπος
30βαδίζει‘· τὸ δὲ πᾶς καὶ οὐδεὶς ὡς ἐναντία μάχονται. εἰ δὲ εἴπωμεν ‘οὐ πᾶς ἄνθρωπος βαδίζει‘, ἀντιφατικῶς μάχεται, ὡς μαθησόμεθα, τῇ λεγούσῃ ‘πᾶς ἄνθρωπος βαδίζει‘· ἡ μὲν γὰρ ἀληθής, ἡ δὲ πάντως ψευδής. ἐν οἷς πληροῦται καὶ τὸ τρίτον κεφάλαιον, διδάξαν ἡμᾶς πῶς ποιοῦμεν ἐκ τῶν καταφάσεων τὰς ἀποφάσεις.
35 Ληπτέον δὲ καὶ περὶ τῆς προσηγορίας τοῦ καθόλου προσδιορισμοῦ, διὰ τί 〈οὐχ〉 ὥσπερ πᾶς καὶ οὐ πᾶς γεγόνασιν, οὕτω τὶς καὶ οὐ τίς. ἔδει γὰρ οὕτως γενέσθαι· ὥσπερ ἐκεῖ τῷ πᾶς καθόλου ὄντι προσδιορισμῷ προσετέθη
τὸ οὔ ἀρνητικὸν μόριον μόνον, οὕτως ἔδει καὶ ἐνταῦθα τῷ τὶς μερικῷ26
in Int
.

27

προσδιορισμῷ πλεονάζειν τὴν οὔ ἄρνησιν καὶ γίνεσθαι οὐ τίς. πρὸς τοῦτο λέγομεν ὅτι ἐξ ἀνάγκης ἔδει τὴν ἀπόφασιν γίνεσθαι οὕτως ἢ οὐ τὶς ἢ οὐθεὶς ἢ οὐδείς· τὸ δὲ οὐθεὶς καὶ οὔτε εἷς τὴν αὐτὴν δύναμιν ἔχουσιν, καὶ πάλιν τὸ οὐδὲ εἷς καὶ οὐδεὶς τὸ αὐτὸ δύνανται. τὸ μὲν οὖν οὐ τὶς οὐδὲ ὅλως
5εἴρηται ἢ ἐν Ἑλληνικῇ χρήσει κεῖται· τὸ δὲ οὔτις ποιητικόν· τὸ δὲ οὐθεὶς μετὰ τῆς κακοφωνίας οὐδὲ ἔστιν ἀπόφασις τῆς ‘τὶς ἄνθρωπος βαδίζει‘, ἀλλὰ τοῦ εἷς ἀριθμητικοῦ ὀνόματος. ἀπελείφθη τοίνυν ἐξ ἀνάγκης τὸ οὐδὲ εἷς, ὅπερ κατὰ κρᾶσιν ἢ συναλοιφὴν γέγονεν οὐδείς, ὅπερ σύγκειται ἐκ τοῦ εἷς ἀριθμητικοῦ ὀνόματος καὶ τοῦ δὲ συνδέσμου καὶ τῆς οὔ ἀρνήσεως.
10 Καὶ ἐπεὶ θορυβεῖν εἴωθεν τοὺς ἀκούοντας ἐπί τινων ὑλῶν τὸ οὐ πᾶς, μήπου εἰσάγει τὸν τίς, ὡς ἔχει ἐπὶ τῆς ἀδυνάτου ὕλης (ἐν γὰρ τῷ λέγειν ‘οὐ πᾶς ἄνθρωπος ἵπταται‘ δοκεῖ φαντασίαν παρέχειν ὅτι τὶς μὲν ἵπταται, τὶς δὲ οὐχ ἵπταται· καὶ πάλιν ἐπὶ τῆς ἀναγκαίας ὕλης τὸ ‘οὐ πᾶς ἄνθρωπος ἀναπνεῖ‘ δοκεῖ σημαίνειν ὅτι τινὲς μὲν ἀναπνέουσιν τινὲς δὲ οὔ), ἐπεὶ οὖν τοιαύτην
15φαντασίαν ἐπὶ τῶν δύο ὑλῶν παρέχεται, εἴπωμεν καὶ περὶ αὐτοῦ. τὸ τοίνυν οὐ πᾶς καθ’ αὑτὸ λεγόμενον ἐπὶ τῶν δύο ὑλῶν τῆς τε ἀναγκαίας καὶ τῆς ἀδυνάτου ἕπεται τῇ καθόλου ἀποφάσει, οἷον ἐπὶ μὲν τῆς ἀδυνάτου ‘οὐδεὶς ἄνθρωπος ἵπταται‘ καὶ ‘οὐ πᾶς ἄνθρωπος ἵπταται‘ τὴν αὐτὴν δύναμιν ἔχουσιν· συναληθεύουσι γάρ· ἐπὶ δὲ τῆς ἀναγκαίας πάλιν ‘οὐδεὶς ἄνθρωπος ἀναπνεῖ,
20οὐ πᾶς ἄνθρωπος ἀναπνεῖ‘ ἀμφότεραι ψεύδονται. ἐπὶ δὲ τῆς ἐνδεχομένης οὐχ ἕπεται τῇ καθόλου ἀποφάσει· ἡ μὲν γὰρ καθόλου ἀπόφασις ἐπὶ τῆς ἐνδεχομένης ὕλης ἀεὶ ψεύδεται, οἷον ἡ λέγουσα ‘οὐδεὶς ἄνθρωπος βαδίζει‘· ἡ δὲ λέγουσα ‘οὐ πᾶς ἄνθρωπος βαδίζει‘ ἀληθεύει. ὅτι δὲ ἀληθῶς τοῦτο λέγομεν ἐκ τῶν καταφάσεων φανερόν· ὡς γὰρ ἔχει ἡ μερικὴ κατάφασις
25πρὸς τὴν καθόλου κατάφασιν, οὕτως δεῖ καὶ μερικὴν ἀπόφασιν πρὸς τὴν καθόλου ἀπόφασιν. ἡ μὲν γὰρ μερικὴ κατάφασις ἐπὶ τῆς ἐνδεχομένης ὕλης οὐχ ἕπεται τῇ καθόλου καταφάσει· ἐκείνης μὲν γὰρ ψευδοῦς οὔσης αὕτη ἀληθής ἐστι· ἐπὶ δὲ τῶν ἄλλων δύο ὑλῶν συνέπεται. ‘πᾶς μὲν γὰρ ἄν‐ θρωπος ἀναπνεῖ‘ καὶ ‘τὶς ἄνθρωπος ἀναπνεῖ‘ ἀμφότεραι ἀληθεύουσιν· ἐπὶ
30δὲ τῆς ἀδυνάτου ὕλης καὶ ἡ λέγουσα ‘πᾶς ἄνθρωπος ἵπταται‘ ψεύδεται καὶ ἡ μερικὴ ἡ λέγουσα τὶς ἄνθρωπος ἵπταται‘ ψεύδεται· ἀντικειμένως γὰρ ἔχουσιν πρὸς τὴν καθόλου ἀπόφασιν. ὥστε καὶ ἡ μερικὴ ἀπόφασις ἐπὶ τῶν δύο ὑλῶν ἕπεται τῇ καθόλου ἀποφάσει· ἐπὶ δὲ τῆς ἐνδεχομένης οὐ συνέπεται. ἐν οἷς καὶ τὸ τρίτον κεφάλαιον καὶ ἡ παροῦσα θεωρία σὺν θεῷ
35πληροῦται. Ἐπειδή ἐστι τὰ μὲν καθόλου τῶν πραγμάτων τὰ δὲ
καθ’ ἕκαστον· τοῦτ’ ἔστι μερικόν. τὸ γὰρ ἄτομον πολλὰ σημαίνει· ση‐27
in Int
.

28

μαίνει γὰρ καὶ αὐτὸ τὸ καθ’ ἕκαστον, οἷον τὸν Σωκράτην (ὁ γὰρ Σωκράτης καὶ ἄτομον λέγεται καὶ καθ’ ἕκαστα)· δηλοῖ δὲ τὸ ἄτομον καὶ τὸ δυσχερῶς τεμνόμενον καὶ τὸ μηδ’ ὅλως τεμνόμενον ὡς τὸ σημεῖον καὶ τὸ εἰδικώ‐ τατον εἶδος. ἐνταῦθα δὲ καθ’ ἕκαστα εἶπεν ἀντὶ τοῦ μερικοῦ καὶ ἀτόμου,
5ὅπερ δύναται μὲν τέμνεσθαι, μετὰ δὲ τὴν τομὴν οὐ σώζει τὸ πρότερον εἶδος. τοῦτο οὖν δυνάμει φησὶν ‘ἐπειδὴ τῶν πραγμάτων τινὰ μέν εἰσιν καθόλου τινὰ δὲ μερικά.‘ Ἐὰν μὲν καθόλου ἀποφαίνηται ἐπὶ τοῦ καθόλου ὅτι ὑπάρχει τι ἢ μ, ἔσονται ἐναντίαι αἱ ἀποφάνσεις. ἐναντίας ἐκά‐
10λεσεν ἀποφάνσεις τὰς καθόλου καταφάσεις καὶ τὰς καθόλου ἀποφάσεις, ὅταν καὶ τὸ ὑποκείμενον καθόλου ἐστὶ καὶ ὁ προσδιορισμὸς καθόλου, εἴτε κατα‐ φατικὸς εἴτε ἀποφατικός· οἷον ‘πᾶς ἄνθρωπος βαδίζει, οὐδεὶς ἄνθρωπος βαδίζει‘. ἐναντίας δὲ ἐκάλεσεν τὰς τοιαύτας ἀποφάνσεις, διότι ἐοίκασιν τοῖς ἐμμέσοις ἐναντίοις. ὥσπερ γὰρ τὰ ἔμμεσα ἐναντία, οἷον τὸ λευκὸν τὸ
15μέλαν, τὸ θερμὸν καὶ τὸ ψυχρόν, ἅμα μὲν παρεῖναι ἀδύνατον κατὰ τὸν αὐτὸν χρόνον ἐν τῷ αὐτῷ ὑποκειμένῳ *** οὕτως καὶ ταύτας τὰς προ‐ τάσεις ἅμα μὲν ἀληθεῖς εἶναι ἀδύνατον, ἅμα δὲ συμψεύδεσθαι δυνατόν. ἐπὶ μὲν γὰρ τῆς ἐνδεχομένης ὕλης ἀμφότεραι ψεύδονται, οἷον ‘πᾶς ἄνθρωπος βαδίζει, οὐδεὶς ἄνθρωπος βαδίζει‘· ἐπὶ δὲ τῶν ἄλλων δύο ὑλῶν ἡ μὲν
20πάντως ἀληθὴς ἡ δὲ ψευδής. ἡ μὲν γὰρ καθόλου ἀποφατικὴ ἐπὶ τῆς ἀναγκαίας ὕλης ** ἀληθεύει ἡ λέγουσα ‘οὐδεὶς ἄνθρωπος ἵπταται‘, ἡ δὲ καθόλου καταφατικὴ ψεύδεται ἡ λέγουσα ‘πᾶς ἄνθρωπος ἵπταται‘. Ὅταν δὲ ἐπὶ τῶν καθόλου μέν, μὴ καθόλου δ, οὐκ ἔστιν ἐναντία, τὰ μέντοι δηλούμενα ἔστιν εἶναί ποτε ἐναντία. καθόλου
25ὡς μὴ καθόλου λέγει τὰς προτάσεις τὰς ἐχούσας τὸ μὲν ὑποκείμενον καθό‐ λου, προσδιορισμὸν δὲ οὔ. ταύτας οὐ καλεῖ ἐναντίας, διότι ποτὲ συναλη‐ θεύουσιν. εἶπεν δὲ τὰ δηλούμενα ἐκ τῶν τοιούτων προτάσεων ποτὲ ἐναντία εἶναι αἰνιττόμενος τὰ ἄμεσα ἐναντία. ὅταν γὰρ αἱ τοιαῦται προτάσεις ἐπὶ τῶν ἀμέσων ἐναντίων λαμβάνονται, τὰ σημαινόμενα ἐξ αὐτῶν τὰ ἐναντία
30εἰσάγουσιν, οἷον ‘ἀριθμὸς ἄρτιός ἐστιν, ἀριθμὸς ἄρτιος οὐκ ἔστιν‘. ἐναντίαι μὲν γὰρ οὔκ εἰσιν, διότι συναληθεύουσιν, τὰ μέντοι δηλούμενα ἐξ αὐτῶν ἐναντία εἰσίν. τὸ γὰρ οὐκ ἄρτιον σημαίνει τὸ περιττόν, τὸ δὲ περιττὸν καὶ τὸ ἄρτιον δοκοῦσιν ἐναντία εἶναι. πάλιν ‘Σωκράτης ὑγιαίνει, Σωκράτης οὐχ ὑγιαίνει‘, ἐπειδὴ τὸ οὐχ ὑγιαίνει τὸ νοσεῖν δηλοῖ, νόσος δὲ καὶ ὑγεία φαί‐
35νονται οὖσαι ἐναντίαι. ὥστε τὰ δηλούμενα ἐξ αὐτῶν εἰσιν ἐναντία, ὡς ἔστιν ἐναντία νόσος καὶ ὑγεία, καὶ τὸ ἄρτιον καὶ τὸ περιττόν. Τὸ γὰρ πᾶς οὐ τὸ καθόλου σημαίνει ἀλλ’ ὅτι καθόλου.
ἐλλειπῶς αὐτῷ τὰ τῆς φράσεως εἴρηται. τὸ δὲ ὅλον τοῦτό ἐστιν· ὁ πᾶς28
in Int
.

29

προσδιορισμὸς ἢ ὁ οὐδεὶς οὐ σημαίνει [γὰρ] καθολικήν τινα φύσιν ὥσπερ ἄνθρωπος, ἀλλὰ τὴν τοιάνδε σχέσιν σημαίνει τοῦ κατηγορουμένου πρὸς τὸ ὑποκείμενον. οἷον ‘πᾶς ἄνθρωπος βαδίζει‘· ἐν τούτῳ σημαίνει μοι τὸ πᾶς ὅτι καθόλου ὄντος τοῦ ὑποκειμένου ἤγουν τοῦ ἀνθρώπου τὸ βαδίζειν πᾶσιν
5τοῖς ὑπὸ τὸν ἄνθρωπον οὖσιν ἀτόμοις ὑπάρχει. ἔστι τοίνυν τὸ ὅλον τοῦτο ὅτι τὸ πᾶς οὐ σημαίνει τινὰ καθολικὴν φύσιν ὡς τὸ ἄνθρωπος, ἀλλ’ ὅτι καθόλου ὄντος τοῦ ὑποκειμένου σημαίνει τὸ κατηγορούμενον ὑπάρχειν πᾶσι τοῖς ὑπὸ τὸ ὑποκείμενον τελοῦσιν. ἐν οἷς σὺν θεῷ ἡ παροῦσα πρᾶξις.
9tΠρᾶξις β.〉
10tἘπὶ δὲ τοῦ κατηγορουμένου καθόλου τὸ καθόλου κατη‐
11tγορεῖν [καθόλου] οὐκ ἔστιν ἀληθές· οὐδεμία γὰρ κατάφασις ἀλη‐
12tθὴς ἔσται καὶ τὰ ἑξῆς.
13 Παραδεδωκὼς τὴν διαφορὰν τῶν προτάσεων ἀπὸ τοῦ ὑποκειμένου, ὅτι ἢ ὡρισμένον ἐστὶν ἢ ἀόριστον, ἀπὸ τῆς σχέσεως τοῦ κατηγορουμένου
15πρὸς τὸ ὑποκείμενον, ἔτι δὲ καὶ ἀπὸ τῶν προσδιορισμῶν (ἄλλη μὲν γάρ ἐστιν ἡ πρότασις ἡ λέγουσα ‘ἄνθρωπος βαδίζει‘ καὶ ἄλλο εἶδος προτάσεως ‘πᾶς ἄνθρωπος βαδίζει‘) ζητεῖ τοίνυν, ἆρά γε, ὥσπερ συνήφθη ὁ προσδιορισμὸς τῷ ὑποκειμένῳ ‘πᾶς ἄνθρωπος βαδίζει‘ καὶ ἐποίησεν ἕτερον εἶδος προτάσεως παρὰ τὸ ‘ἄνθρωπος βαδίζει‘, δυνατόν ἐστιν συνάψαι τὸν προσδιορισμὸν τῷ
20κατηγορουμένῳ καὶ ποιεῖν ἕτερον εἶδος προτάσεως, οἷον ‘πᾶς ἄνθρωπος πᾶν ζῷον‘. καὶ ἀποφαίνεται ὅτι τοῦτο ἀδύνατον, διότι ψευδὴς ἡ τοιαύτη πρό‐ τασις, φημὶ δὴ ἡ ἔχουσα τὸν καθόλου προσδιορισμὸν ἐν τῷ κατηγορουμένῳ. ἀλλὰ πρῶτον εἴπωμεν πόσαι γίνονται αἱ τοιαῦται προτάσεις αἱ καθόλου προσδιωρισμέναι αἱ ἔχουσαι ἁπλῶς τὸν προσδιορισμὸν πρὸς τῷ διορισμῷ.
25γίνονται τοίνυν ιϛ. εἰσὶν μὲν γὰρ δ προσδιορισμοί· πολυπλασιαζόμενοι οὗτοι ποιοῦσι ιϛ προτάσεις· τετράκις γὰρ τέσσαρες ιϛ. ἀνάγκη γὰρ τὸ ὑποκεί‐ μενον ἔχειν ἕνα τούτων τῶν προσδιορισμῶν, τὸ δὲ κατηγορούμενον τετραχῶς ποικίλλεσθαι, ὡς ὑπογέγραπται.
Λέγει τοίνυν Ἀριστοτέλης ὅτι τῷ κατηγορουμένῳ οὐ συναπτέον τὸν29
in Int
.

30

καθόλου προσδιορισμόν, διότι ψευδεῖς γίνονται αἱ καταφάσεις. πρὸς τοῦτο δὲ λέγομεν ὅτι ἀληθὲς μέν ἐστι τὸ λεγόμενον ἀλλ’ 〈οὐχ〉 ὅσον ἐπὶ τούτων, ἐπειδὴ καὶ ἄλλαι προτάσεις ψευδεῖς γεγόνασιν, οἷον πᾶσαι αἱ καταφάσεις ἐπὶ τῆς ἀδυνάτου ὕλης καὶ πᾶσαι αἱ καθόλου καταφάσεις τε καὶ ἀποφάσεις
5ἐπὶ τῆς ἐνδεχομένης ὕλης. ὅσον οὖν πρὸς τὸ ἀληθὲς καὶ τὸ ψεῦδος καὶ τὰς ἄλλας ἔδει ἐκβάλλεσθαι καὶ μὴ μόνον ταύτας. εἰ δὲ ἐκείνας δεξόμεθα, διὰ τί μὴ καὶ ταύτας; λέγομεν οὖν ὅτι εἰ καὶ εὑρεθῶσιν ἐπὶ τούτων τῶν προτάσεων ἀληθεῖς τινες προτάσεις, ὡς ἡ λέγουσα ‘πᾶς ἄνθρωπος τὶ ζῷόν ἐστιν‘ καὶ ‘πᾶς ἄνθρωπος οὐ πᾶν ζῷόν ἐστιν‘, ἀλλ’ ὅμως διὰ δύο αἰτίας οὐ
10δεξόμεθα τὰς τοιαύτας προτάσεις. πρῶτον μὲν διὰ τὸ περιττόν· τὸ αὐτὸ γὰρ σημαίνει μοι λέγουσα ‘πᾶς ἄνθρωπος ζῷόν ἐστι‘ καὶ ‘πᾶς ἄνθρωπος τὶ ζῷόν ἐστι‘. πρὸς δὲ τῷ περιττῷ εὑρεθήσεται καὶ ἄχρηστος πρὸς συλλο‐ γιστικὰς μεθόδους. οἷον ἔστω τις συλλογιστικὴ πλοκὴ τοιαύτη ‘πᾶς ἄνθρωπος τὶ ζῷον, τὶ ζῷον οὐσία‘· ἀσυλλόγιστος γέγονεν ἡ τοιαύτη πλοκή. ἡ γὰρ
15δευτέρα πρότασις μερική ἐστι· ὅταν δὲ εὑρίσκεται ἡ μείζων πρότασις με‐ ρική, ἀσυλλόγιστος ἡ τοιαύτη πλοκὴ εὑρεθήσεται ἐν τῷ πρώτῳ σχήματι, ὡς σὺν θεῷ ἐν τοῖς Ἀναλυτικοῖς μαθησόμεθα. ἐπεὶ τοίνυν ἄχρηστός ἐστιν ἡ τοιαύτη πρότασις πρὸς συλλογιστικὴν μέθοδον, εἰκότως οὐ δεξόμεθα αὐτήν. καὶ τοῦτο μὲν περὶ τῶν δὶς προσδιωρισμένων προτάσεων.
20 Ἀριστοτέλης δὲ ἐφεξῆς τὴν διαφορὰν τῶν ἀντιθέσεων τῶν ἐν ταῖς προτάσεσιν θεωρουμένων παραδίδωσιν. εἰσὶν δὲ αὗται δ. μία μὲν τῶν καθ’ ἕκαστα προτάσεων ἀντίθεσις ‘Σωκράτης βαδίζει, Σωκράτης οὐ βαδίζει‘, δευ‐ τέρα δὲ τῶν ἐναντίων ‘πᾶς ἄνθρωπος βαδίζει, οὐδεὶς ἄνθρωπος βαδίζει‘· τρίτη τῶν ὑπεναντίων, εἴτε ἔχουσι μερικὸν προσδιορισμὸν εἴτε οὐκ ἔχουσιν, ὡς
25τὸ [ἢ] ‘ἄνθρωπος βαδίζει 〈ἄνθρωπος οὐ βαδίζει〉‘ ἢ ‘τὶς ἄνθρωπος βαδίζει‘ [ἢ] ‘οὐ πᾶς ἄνθρωπος βαδίζει‘, καὶ τετάρτη ἡ τῶν ἀντιφατικῶς μαχομένων. καὶ καλεῖ τὴν μὲν ἀντιφατικῶς μαχομένην ἀντίθεσιν, ὅταν ἡ μέν ἐστι καθόλου ἡ δὲ μερική, καὶ ἡ μὲν καταφατικὴ ἡ δὲ ἀποφατική, ἀντίφασιν· οἷον ‘πᾶς ἄν‐ θρωπος βαδίζει, οὐ πᾶς ἄνθρωπος βαδίζει‘, ‘τὶς ἄνθρωπος βαδίζει, οὐδεὶς ἄν‐
30θρωπος βαδίζει‘· ἔτι δὲ καὶ τὴν ἀντίθεσιν τῶν καθ’ ἕκαστα προτάσεων ‘Σω‐ κράτης βαδίζει, Σωκράτης οὐ βαδίζει‘. ταύτας καλεῖ ἀντιφατικῶς μάχεσθαι, διότι καὶ ἐπὶ παντὸς χρόνου καὶ ἐπὶ πάσης ὕλης μερίζουσιν τὸ ἀληθὲς καὶ τὸ ψεῦδος. τὴν δὲ φερομένην ἀπορίαν ἐπὶ τοῦ μέλλοντος χρόνου περὶ τῶν καθ’ ἕκαστα ἀντιθέσεων αὐτὸς ἀπορεῖ καὶ τὴν ἀπορίαν ἐπιλύεται. τὰς δὲ καθόλου
35προτάσεις ἀποφατικὰς καὶ καταφατικὰς λέγει ἐναντίως μάχεσθαι. διὰ τί δὲ ἐναντίαν ἐκάλεσεν τὴν τοιαύτην ἀντίθεσιν ἐν τοῖς προλαβοῦσιν εἴρηται. τὴν δὲ ἐναντίωσιν τῶν μερικῶν προτάσεων 〈καὶ τῶν〉 ἀπροσδιορίστων καλεῖ
παρακατιὼν ὑπεναντίαν, διότι ὑπὸ τὰς ἐναντίας εἰσίν· οἷον τὶς μὲν ὑπὸ τὴν πᾶς,30
in Int
.

31

οὐ πᾶς δὲ ὑπὸ τὴν οὐδείς. καὶ αὕτη ἐστὶν ἡ διάκρισις τῶν ἐν ταῖς προ‐ τάσεσιν ἀντιθέσεων. *** καὶ τὴν τῶν μερικῶν προτάσεων. διὰ τί δέ, κατὰ τὴν λέξιν μαθησόμεθα. Οὐδεμία γὰρ κατάφασις ἀληθὴς ἔσται, ἐν ᾗ τοῦ κατηγο‐
5ρουμένου καθόλου τὸ καθόλου κατηγορηθήσεται, οἷον ἔστι πᾶς ἄν‐ θρωπος πᾶν ζῷον. οὐδεμία κατάφασις εἶπεν ἀντὶ τοῦ πρότασις, ἐκ τοῦ κυριωτέρου τὴν ὀνομασίαν ποιησάμενος· ἐὰν γὰρ κατάφασις οὐκ ἔστι, πολλῷ μᾶλλον οὐδὲ ἀπόφασις. ἡ γὰρ ἀπόφασις μόνῃ τῇ οὔ ἀρνήσει θέλει πλεο‐ νάζειν τῆς καταφάσεως, 〈ὡσ〉 πολλάκις ἡμῖν εἴρηται.
10 Εἰ γὰρ αἰσχρός, καὶ οὐ καλός· καὶ εἰ γίνεταί τι, καὶ οὐκ ἔστιν. ἐνταῦθα βούλεται ἀποδεῖξαι ὅτι αἱ μερικαὶ προτάσεις ταῖς ἀπροσ‐ διορίστοις τὴν αὐτὴν ἔχουσι δύναμιν. ἐπιχειρεῖ δὲ διχῶς, ἔκ τε τῶν ἐναντίων καὶ ἐκ τῶν γινομένων. ἐκ μὲν τῶν ἐναντίων οὕτως· εἰ ἀληθὲς εἰπεῖν ὅτι ἄνθρωπος καλός ἐστι, καὶ πάλιν αὐτὸ τοῦτο ὅτι ἄνθρωπος αἰ‐
15σχρός ἐστι· τὸ δὲ αἰσχρὸς δῆλον ὅτι οὐ καλὸς σημαίνει. ἀληθὲς 〈δὲ〉 ἄρα εἰπεῖν ὅτι ἄνθρωπος [οὐ] καλός ἐστιν, οἷον διὰ τὸν Ἀχιλλέα ἢ Νηλέα, καὶ ἀληθὲς εἰπεῖν ὅτι ἄνθρωπος αἰσχρὸς διὰ τὸν Θερσίτην, ὅπερ πάντως ση‐ μαίνει τὸ οὐ καλός. συναληθεύουσιν ἄρα αἱ προτάσεις· εἰ δὲ συναληθεύουσιν, δῆλον ὅτι οὐκέτι ἀντίφασις, ἀλλὰ τὴν αὐτὴν δύναμιν ἔχουσιν ταῖς μερικαῖς
20προτάσεσιν ἀποφατικαῖς καὶ καταφατικαῖς. ἐν οἷς τὸ πρῶτον ἐπιχείρημα. τὸ δὲ δεύτερον ἐπιχείρημά ἐστιν ἐκ τῶν γινομένων οὕτω προσαγόμενον· εἰ ἀληθὲς εἰπεῖν ‘ἄνθρωπός ἐστι‘ διὰ τὸν ἤδη ὑπάρχοντα, πάλιν ἀληθὲς εἰπεῖν ὅτι ἄνθρωπος οὐκ ἔστι διὰ τὸν γινόμενον καὶ κυοφορούμενον· τὸ γὰρ κυοφορούμενον οὔπω ἔστι. συναληθεύουσιν ἄρα, ὡς ἐρρέθη. εἰ δὲ ἡ ἀντί‐
25φασις οὐ συναληθεύει ποτέ, οὐκ ἄρα τὴν αὐτὴν δύναμιν ἔχει ἡ ἀπροσδιό‐ ριστος ἀπόφασις τῇ καθόλου ἀποφάσει. ἐνταῦθα τοίνυν ζητεῖται περὶ τῆς ἀπροσδιορίστου ἀποφάσεως, ἆρά γε τῇ καθόλου ἀποφάσει ἰσοδυναμεῖ ἢ τῇ μερικῇ ἀποφάσει. περὶ μὲν γὰρ τῆς καταφάσεως οὐδὲ εἷς λόγος· πᾶσιν γὰρ φανερὸν ὅτι ἡ μερικὴ κατάφασις καὶ ἡ ἀπροσδιόριστος τὴν αὐτὴν δύνα‐
30μιν ἔχουσιν, οἷον ‘ἄνθρωπος βαδίζει, τὶς ἄνθρωπος βαδίζει‘, χωρὶς τοῦ ἄρθρου δηλονότι. περὶ δὲ τῆς ἀπροσδιορίστου ἀποφάσεως ζητεῖται, ἆρά γε τῇ κα‐ θόλου ἀποφάσει ἕπεται ἢ τῇ μερικῇ ἀποφάσει. καὶ οἱ μὲν λέγουσιν τῇ καθόλου ἀποφάσει ἕπεσθαι, αὐτὸν τὸν Ἀριστοτέλη μάρτυρα παραφέροντες. λέγει γὰρ ἐν ἄλλοις καὶ φαίνεται κεχρημένος ταύτῃ ἀντὶ τῆς καθόλου ἀπο‐
35φάσεως, ὡς ἐν τῷ Περὶ ψυχῆς εἶπεν ‘οὐκ ἔστιν αἴσθησις παρὰ τὰς πέντε αἰσθήσεισ‘, τοῦτ’ ἔστιν ‘οὐκ ἔστιν οὐδεμία αἴσθησις παρὰ τὰς πέντε αἰ‐
σθήσεισ‘· καὶ πάλιν ἐν τῇ Φυσικῇ ἀκροάσει ‘οὐκ ἔστι κίνησις παρὰ τὰ κι‐31
in Int
.

32

νούμενα‘. λέγομεν οὖν ἡμεῖς ὅτι πάντως τῇ μερικῇ ἀποφάσει ἕπεται. καὶ ἀληθὲς μὲν καὶ τοῦτο ὅτι ἕπεται τῇ καθόλου ἀποφάσει, ὥσπερ ἐπὶ τῆς ἀδυνάτου ὕλης καὶ τῆς ἀναγκαίας ἐξ ἀνάγκης καὶ αὕτη ὡς ἑπομένη τῇ μερικῇ ἀποφάσει ἕψεται καὶ τῇ καθόλου ἀποφάσει· ἐπὶ δὲ τῆς ἐνδεχομένης
5ὕλης ἐπειδὴ ἡ μερικὴ ἀπόφασις, ὡς εἴρηται, οὐχ ἕπεται τῇ καθόλου ἀπο‐ φάσει (ἡ μὲν γὰρ μερικὴ ἀληθεύει, ἡ δὲ καθόλου ψεύδεται), εἰκότως ἡ ἀπροσδιόριστος ἀπόφασις οὐχ ἕπεται τῇ καθόλου ἀποφάσει. ἡ μὲν γὰρ λέγουσα ‘οὐδεὶς ἄνθρωπος βαδίζει‘ ὁμολογουμένως ψεύδεται, [ἡ δὲ λέγουσα ‘πᾶς ἄνθρωπος βαδίζει‘ ὁμολογουμένως ψεύδεται], ἡ δὲ λέγουσα ‘οὐ πᾶς ἄν‐
10θρωπος βαδίζει‘ ὁμολογουμένως ἀληθεύει. ὥστε ἀεὶ ἕπεται ἡ ἀπροσδιόριστος ἀπόφασις τῇ μερικῇ ἀποφάσει. ἡ δὲ μερικὴ ἀπόφασις καὶ ἡ μερικὴ κατά‐ φασις ἀντιφατικῶς οὐ μάχονται. ἐρρέθη γὰρ ἀντιφατικῶς μάχεσθαι ἐκείνας τὰς προτάσεις, αἵτινες ἐπὶ παντὸς χρόνου καὶ ἐπὶ πάσης ὕλης μερίζουσι τὸ ἀληθὲς καὶ τὸ ψεῦδος. δῆλον οὖν ὅτι καὶ αἱ ἀπροσδιόριστοι προτάσεις
15συναληθεύουσαι ἐπὶ τῆς ἐνδεχομένης ὕλης ἀντιφατικῶς οὐ λέγονται μά‐ χεσθαι. τὰ δὲ ἐπιχειρήματα Ἀριστοτέλους δῆλον ὅτι ἐπὶ τῆς ἐνδεχομένης ὕλης ἐλήφθησαν· σκοπὸν γὰρ εἶχεν μόνον αὐτὸ τοῦτο δεῖξαι ὅτι ἀντιφατικῶς οὐ μάχονται. ἐν οἷς ἡ πρᾶξις.
19tΠρᾶξις γ.〉
20tΦανερὸν δὲ ὅτι καὶ μία ἀπόφασις μιᾶς καταφάσεως· τὸ
21tγὰρ αὐτὸ δεῖ ἀποφῆσαι τὴν ἀπόφασιν ὅπερ κατέφησεν ἡ κατά‐
22tφασις.
23 Ἐπεξελθὼν πᾶσι τοῖς εἴδεσι τῶν προτάσεων καὶ δείξας, ποῖαι ἀντι‐ φατικῶς λέγονται μάχεσθαι ποῖαι δὲ ἐναντίως καὶ ποῖαι ὑπεναντίως καὶ
25ποῖαι λέγονται καθ’ ἕκαστα, ἐντεῦθεν πόρισμά τι ἐκ τῶν εἰρημένων συνάγει. ἔστι δὲ τοιοῦτον πόρισμα ὅτι φανερὸν γέγονεν ἐκ τῶν εἰρημένων ὡς μία κατάφασις μιᾷ προτάσει ἀντιφατικῶς μάχεται. καὶ πῶς τοῦτο ἐκ τῶν εἰρη‐ μένων συνάγεται; ἐδόκουν γὰρ μιᾷ καταφάσει, φέρε εἰπεῖν τῇ καθόλου, δύο προτάσεις μάχεσθαι, ἥ τε καθόλου ἀπόφασις καὶ ἡ μερικὴ ἀπόφασις, ἄλλη
30δὲ οὐδεμία· ἐδείξαμεν γὰρ τὴν ἀπροσδιόριστον ἀπόφασιν ἰσοδυναμοῦσαν τῇ μερικῇ ἀποφάσει. ἀλλὰ τούτων ἡ μὲν καθόλου ἀπόφασις οὐ πάντῃ ἐμάχετο· συνεψεύδετο γὰρ ἐπὶ τῆς ἐνδεχομένης ὕλης τῇ καθόλου καταφάσει. κατα‐ λέλειπται ἄρα μία πρότασις ἡ λέγουσα ‘οὐ πᾶς ἄνθρωποσ‘ ἀντιφατικῶς μαχομένη· καὶ γὰρ ἐπὶ παντὸς χρόνου καὶ ἐπὶ πάσης ὕλης μερίζει τὸ
35ἀληθὲς καὶ τὸ ψεῦδος. πάλιν τῇ μερικῇ καταφάσει, φημὶ δὴ ‘τὶς ἄνθρωπος βαδίζει‘, δύο προτάσεις ἐδόκουν μάχεσθαι, ἥ τε καθόλου ἀποφατικὴ καὶ ἡ
μερικὴ ἀποφατική. ἀλλ’ ἡ μὲν μερικὴ ἀποφατικὴ συνηλήθευεν ἐπὶ τῆς32
in Int
.

33

ἐνδεχομένης ὕλης, ὡς ἀποδέδεικται· ἡ γὰρ λέγουσα ‘τὶς ἄνθρωπος βαδίζει‘ καὶ ἡ λέγουσα ‘οὐ πᾶς ἄνθρωπος βαδίζει‘ ἀληθεῖς εἰσιν. *** ἐπὶ τῆς ἐνδεχομένης ὕλης καὶ τῆς ἀναγκαίας ἡ μὲν μερικὴ κατάφασις ἀληθεύει, οἷον ‘τὶς ἄνθρωπος βαδίζει, τὶς ἄνθρωπος ἀναπνεῖ‘· ἡ δὲ καθόλου ἀπόφασις
5ἐπὶ ἑκατέρᾳ τῶν ὑλῶν ψεύδεται, ἥ τε λέγουσα ‘οὐδεὶς ἄνθρωπος ἀναπνεῖ‘, καὶ ‘οὐδεὶς ἄνθρωπος περιπατεῖ.‘ ἐπὶ δὲ τῆς ἀδυνάτου ὕλης τὸ ἀνάπαλιν ἡ μὲν καθόλου ἀπόφασις ἀληθεύει ἡ λέγουσα ‘οὐδεὶς ἄνθρωπος ἵπταται‘ *** τῇ δὲ καθ’ ἕκαστα καταφάσει μία αὐτόθεν μάχεται ἀπόφασις· οὐ γὰρ ἔχει ἄλλην ἀπόφασιν τὴν δοκοῦσαν ὅλως μάχεσθαι. οἷον ἡ ‘Σωκράτης βαδίζει‘
10μιᾷ προτάσει μάχεται τῇ λεγούσῃ ‘Σωκράτης οὐ βαδίζει‘ *** ἀποδέδεικται ὅλως μὴ εἶναι ἀπόφασις. φανερὸν ἄρα γέγονεν ὅτι μιᾷ προτάσει μία πρό‐ τασις ἀντιφατικῶς μάχεται. ἐν οἷς τὸ πρῶτον κεφάλαιον. Δεύτερόν ἐστι κεφάλαιον ἐν ᾧ παραδίδωσι τοιοῦτον θεώρημα, ὅπερ σχεδὸν καὶ ἐν τῷ α τμήματι παραδέδωκεν. ἔστι δὲ τοῦτο, πότε τῷ
15ἀληθεῖ ἐστι μία κατάφασις καὶ μία ἀπόφασις, πότε δὲ οὐκ ἔστι μία. τοῦτο δὲ διαφέρει τὸ νῦν παραδιδόμενον θεώρημα 〈τοῦ〉 ἐν τῷ α τμήματι, ὅτι ἐν μὲν τῷ α τμήματι τὴν διαφορὰν τῶν ἁπλῶν λόγων καὶ συν‐ θέτων παραδέδωκεν, ἐνταῦθα δὲ αὐτὸ τοῦτο καθ’ αὑτὸ [εἰ] διορίζεται, τὸ πότε ἐστὶ μία ἀπόφανσις, ἵνα ἔχῃ πρότασιν μαχομένην ἀντιφατικῶς. φησὶ
20τοίνυν ὅτι, ἡνίκα εἷς τῶν ὅρων ὁμώνυμος ᾖ, οὐκ ἔστι μία πρότασις, καὶ τὴν αἰτίαν φησὶν ὅτι ἀντιφατικῶς ἄλλην ταύτῃ ἀδύνατον μάχεσθαι. συνα‐ ληθεύουσι γὰρ αἱ λέγουσαι ‘Αἴας βαδίζει‘ καὶ ‘Αἴας οὐ βαδίζει‘ ἐπ’ ἄλλου καὶ ἄλλου λαμβανόμεναι. εἰ δὲ οὐκ ἔστιν εἷς τῶν ὅρων ὁμώνυμος ἢ ὁ ὑποκείμενος ἢ ὁ κατηγορούμενος, πάντως μία ἐστὶ κατάφασις, καὶ διὰ τοῦτο
25ἕξει καὶ ἄλλην πρότασιν ἀντιφατικῶς μαχομένην, οἷον ‘Σωκράτης βαδίζει, Σωκράτης οὐ βαδίζει‘, ἐὰν ἕν τι σημαίνει τὸ Σωκράτης. Εἰ δὲ δυεῖν ἓν ὄνομα κεῖται, ἐξ ὧν μὴ ἔστιν ἕν, οὐκ ἔστι μία πρότασις. ἔλαβεν τοίνυν αὐτὸς τὸ παράδειγμα ἐπὶ ἀνθρώπου καὶ ἵππου· φησὶ τοίνυν ἐχέτωσαν ἄνθρωπος καὶ ἵππος κοινὸν ὄνομα τὸ
30ἱμάτιον, καὶ ἡ πρότασις τοίνυν ἡ λέγουσα ‘τὸ ἱμάτιον λευκόν ἐστι‘ τοῦτο σημαίνει, ὅτι καὶ ἵππος λευκός ἐστι καὶ ἄνθρωπος λευκός ἐστιν. αὗται δὲ δύο προτάσεις τυγχάνουσιν οὖσαι. ὥστε οὖν καὶ ἡ πρώτη ἡ λέγουσα ‘τὸ ἱμάτιον λευκόν ἐστιν‘ ἢ δύο σημαίνει ἢ οὐδέν· οὐ γὰρ δυνατόν ἐστι τὸν ἄνθρωπον καὶ ἵππον εἶναι ἢ τὸν ἵππον καὶ ἄνθρωπον, ἵνα καὶ μίαν εἴπωμεν πρότασιν
35τὴν λέγουσαν ‘τὸ ἱμάτιον λευκόν ἐστιν‘. ἐν οἷς καὶ τὸ δεύτερον κεφάλαιον. Ἐφεξῆς δὲ καὶ περὶ τῆς ἀντιφάσεως ἀπορεῖ τῆς καθ’ ἕκαστα, πῶς
ἐπὶ τοῦ μέλλοντος χρόνου λέγεται μερίζειν τὸ ἀληθὲς καὶ τὸ ψεῦδος,33
in Int
.

34

καὶ τὴν ἀπορίαν ἐπιλύεται. ἀλλ’ ἀρκεῖ ταῦτα τῇ παρούσῃ θεωρίᾳ. πῶς γὰρ τοῦτο ποιεῖ, ἐν ἑτέρᾳ θεωρίᾳ σὺν θεῷ μαθησόμεθα. σαφοῦς δὲ τῆς λέξεως οὔσης καὶ πάντων τῶν ἐν αὐτῇ καλῶς θεωρηθέντων ἐν τούτοις τήνδε τὴν παροῦσαν πρᾶξιν καταπαύσωμεν.
5tΠρᾶξις δ.〉
6tἘπὶ μὲν οὖν τῶν ὄντων καὶ γενομένων ἀνάγκη τὴν
7tκατάφασιν ἢ τὴν ἀπόφασιν ἀληθῆ εἶναι ἢ ψευδῆ καὶ τὰ ἑξῆς.
8 Διακρίνας σαφέστατά τε καὶ ἀκριβέστατα τὰς τέσσαρας ἀντιθέσεις, καὶ τούτων τὴν μὲν καλέσας ὑπεναντίαν, αἵτινες οὐκ ἀεὶ μερίζουσι τὸ ἀληθὲς
10καὶ τὸ ψεῦδος ἀλλὰ συναληθεύουσι, τοῦτ’ ἔστιν αἱ μερικαὶ προτάσεις καὶ αἱ ἀπροσδιόριστοι, τὴν δὲ καλέσας ἐναντίαν, φημὶ δὴ τὴν καθόλου πρότασιν τὴν καταφατικὴν καὶ τὴν ἀποφατικήν, αἵτινες πάλιν ἐπὶ τῆς ἐνδεχομένης ὕλης συμψεύδονται, τὰς δὲ λοιπὰς ἀντιθέσεις τήν τε τῶν καθ’ ἕκαστα καὶ τὴν μάχην τῆς μερικῆς πρὸς τὴν καθόλου εἴτε καταφατικῆς 〈εἴτε ἀποφατικῆσ〉 εἰπὼν
15ἀντιφατικῶς μάχεσθαι, ταῦτα οὖν πάντα εἰπὼν διὰ τῶν προλαβόντων ζητεῖ νῦν καλῶς ὅτι ἐπὶ μὲν τῶν ἄλλων τριῶν ἀντιθέσεων ἐπὶ μὲν τῶν τριῶν χρόνων ὡσαύτως ἕξουσιν κατὰ τὸ μερίζειν τὸ ἀληθὲς καὶ τὸ ψεῦδος ἢ τὸ συναληθεύειν ἢ τὸ συμψεύδεσθαι· ἐπὶ δὲ τῶν καθ’ ἕκαστα ἐπὶ μὲν τοῦ ἐνεστῶτος καὶ τοῦ παρῳχημένου πάλιν κατὰ τὸν αὐτὸν τρόπον μερίζουσι
20πάντως ὡρισμένως τὸ ἀληθὲς καὶ τὸ ψεῦδος, ἐπὶ δὲ τοῦ μέλλοντος χρόνου ἀπορεῖ μήπως κατὰ τὸν αὐτὸν τρόπον μερίζουσιν ὡρισμένως τὸ ἀληθὲς καὶ τὸ ψεῦδος. εἰ δὲ τοῦτο, συναχθήσεταί τι ἄτοπον, τὸ ἀναιρεῖσθαι τὸ ἐνδε‐ χόμενον καὶ γίνεσθαι ἐξ ἀνάγκης πάντα. τοῦτο δὲ τὸ θεώρημα, ὅπερ νῦν Ἀριστοτέλης κεκίνηκεν, ἐστὶ καὶ θεολογικόν· αὐτὸ γὰρ τοῦτό ἐστιν τὸ ζητού‐
25μενον, εἰ ἐξ ἀνάγκης πάντα γίνονται ἢ τινὰ μὲν ἐξ ἀνάγκης τινὰ δὲ οὔ. ἀλλὰ μὴν καὶ φυσιολογικόν· ζητοῦμεν γὰρ τὰ πράγματα καὶ τὴν φύσιν τῶν γινομένων καὶ φθειρομένων, ἆρά γε τοιαύτην φύσιν ἔχουσιν ὥστε ἐξ ἀνάγκης γίνεσθαι ἢ τοιαύτην ὥστε ποτὲ μὲν γίνεσθαι ποτὲ δὲ οὔ. ἀλλὰ μὴν καὶ λογικόν· αὐτὸ γὰρ τοῦτό ἐστι τὸ ζητούμενον, ἐπειδὴ καὶ περὶ τῶν προτάσεων
30ὁ λόγος, ἡ δὲ ζήτησις τῶν προτάσεων τῆς λογικῆς ἐστι πραγματείας. οὐκ ἔστι δὲ ἀλλότριον οὐδὲ τῆς ἠθικῆς πραγματείας τὸ ζητούμενον· εἰ γὰρ τῷ ὄντι πάντα ἐξ ἀνάγκης γίνεται, οὐ δεῖ φροντίζειν τῶν ἀρετῶν οὐδὲ ἀπο‐ στρέφεσθαι τὴν κακίαν. καὶ πῶς μὲν Ἀριστοτέλης ἀπορεῖ καὶ πῶς ἐπι‐ λύεται, ἐν τῇ Ἀριστοτελικῇ μαθησόμεθα λέξει, φέροντες ἔξωθεν πρὸς ἀναί‐
35ρεσιν τοῦ ἀντεχομένου δύο τινὰ ἐπιχειρήματα, ὧν τὸ μέν ἐστι λογικὸν ἤγουν
ἐπιπόλαιον, τὸ δὲ ἕτερον πραγματειωδέστερον. προάγεται δὲ τὸ λογικὸν34
in Int
.

35

ἀπό τινος ἐνεργείας ἡμετέρας τοῦτον τὸν τρόπον. εἰ θεριεῖς, φησίν, οὐ τάχα μὲν θεριεῖς τάχα δὲ οὐ θεριεῖς, ἀλλὰ πάντως θεριεῖς. πάλιν ἐπὶ τῆς ἀπο‐ φάσεως, εἰ οὐ θεριεῖς, οὐ τάχα μὲν οὐ θεριεῖς τάχα δὲ θεριεῖς, ἀλλὰ πάν‐ τως 〈οὐ〉 θεριεῖς. τὸ δὲ πάντως εἰσάγει τὸ ἀναγκαῖον· τοῦ δὲ ἀναγκαίου
5εἰσαχθέντος οἰχήσεται τὸ ἐνδεχόμενον. πρὸς τοῦτο δ’ οὖν ῥᾴδιον ἀντειπεῖν ὅτι αὐτὸ τὸ ζητούμενον ἔλαβεν ὁμολογούμενον. ἡ γὰρ ὑπόθεσις οὔπω κατεσκεύασται τὸ ‘εἰ θεριεῖσ‘· αὐτὸ γὰρ τοῦτό ἐστι τὸ ζητούμενον. πᾶσα δὲ ὑπόθεσις διὰ κατηγορικοῦ λόγου κατασκευάζεται πάντως. τίς γὰρ οὐκ οἶδεν ὅτι, ἐὰν θεριῶ, πάντως θεριῶ; ἀλλὰ πόθεν δῆλον ὅτι θεριῶ; οὔπω γὰρ
10κατεσκεύασται διὰ κατηγορικοῦ λόγου. ἐν οἷς τὸ α ἐπιχείρημα. τὸ δὲ ἕτερον οὕτως προάγεται. τὸ θεῖον, φησίν, τῶν μελλόντων ἔχει γνῶσιν ἢ οὐκ ἔχει. τὸ μὲν οὖν εἰπεῖν ὅτι οὐκ ἔχει ἀσεβέστατόν τε καὶ ἀδύνατον. εἰ δὲ πάλιν εἴπωμεν ἔχειν μέν, ἀόριστον δὲ ταύτην, καὶ τοῦτο οὐ πόρρω τινὸς ἀσεβή‐ ματος· τί γὰρ διαφέρει τῆς ἡμετέρας γνώσεως; ὧν δὲ αἱ ἐνέργειαι αἱ αὐταί,
15δῆλον ὅτι καὶ αἱ οὐσίαι αἱ αὐταί. *** καὶ πάντως ἐπίσταται τόδε τι γενέσθαι καὶ μετὰ μυριοστὸν ἔτος, πάντως καὶ γενήσεται· τῇ γὰρ ἀληθείᾳ τῶν λό‐ γων, ὡς καὶ Ἀριστοτέλης φησίν, ἕπεται ἡ ὕπαρξις τῶν πραγμάτων. εἰ γὰρ ἀληθής ἐστιν ὁ λόγος, καὶ νοῦς ὁ δημιουργικὸς *** πάντως ἔσται καὶ τὸ ἐσόμενον. ταύτην τὴν ἀπορίαν ἐπιλυόμενος ὁ Ἰάμβλιχός φησιν ὅτι τὸ
20γινῶσκον καὶ τὸ γινωσκόμενον ποτὲ ἴσα εἰσίν, ὡς ἡ ψυχὴ ἑαυτὴν γινώ‐ σκουσα (ἐνταῦθα γὰρ ταὐτό ἐστι τὸ ζητοῦν καὶ τὸ ζητούμενον καὶ τὸ γινῶ‐ σκον καὶ τὸ γινωσκόμενον), ἢ κρεῖττόν ἐστι τὸ γινῶσκον τοῦ γινωσκομένου πράγματος, καὶ κρειττόνως ἢ κατὰ τὴν φύσιν αὐτοῦ γινώσκει, 〈οἷον〉 ἡνίκα γι‐ νώσκομεν τὸ φθαρτόν, οἷον Σωκράτην ὡς ζῷον λογικὸν θνητόν. ἐνταῦθα γὰρ
25κρειττόνως ἢ κατὰ τὴν φύσιν τοῦ Σωκράτους ἔγνωμεν· τὸ γὰρ ζῷον λογικὸν θνητὸν ἀίδιον καὶ ἄφθαρτον. ἢ χειρόνως γινώσκει τὸ γινῶσκον 〈ἢ〉 κατὰ τὴν φύσιν τοῦ γνωστοῦ, οἷον ἡνίκα προχειριζώμεθα γνῶναι τὸ θεῖον· πάντως γὰρ ἐπινοοῦμεν σχήματά τινα καὶ σωματοειδεῖς μορφάς τινας, καὶ δῆλον ὅτι ἐνταῦθα ἡ γνῶσις χείρων ἐστὶ τοῦ γινωσκομένου πράγματος. οὕτως
30τοίνυν, ὡς ἐρρέθη, δυνατὸν κρειττόνως γινώσκειν τὸ γινωσκόμενον 〈ἢ〉 κατὰ τὴν φύσιν αὐτοῦ, ὡς ἐπὶ Σωκράτους εἴπομεν. γινώσκει τοίνυν τὸ θεῖον τὰ γινόμενα κρειττόνως ἢ κατὰ τὴν φύσιν αὐτῶν. καὶ ταῦτα μὲν διὰ τὴν φύσιν αὐτῶν ἀορίστως γίνονται, τὸ δὲ θεῖον ὡρισμένως αὐτὰ γινώσκει. πάλιν δὲ τούτοις ἕτερον ἄπορον ἐπιφύεται· εἰ γὰρ γινώσκει τόδε τι μέλλειν
35ποιεῖν τὸν ἄνθρωπον, ἐπὶ μὲν τῶν ἀγαθῶν εἰκότως οὐ κωλύει· διὰ τί δὲ35
in Int
.

36

μὴ ἐπὶ τῶν φαύλων; οἷον ἐπίσταται ὅτι τόδε τὸ βρέφος μέλλει γόης εἶναι, λοιμός, φονεύς· πότερον δύναται κωλῦσαι ἢ οὐ δύναται; ἀλλὰ τὸ μὲν λέγειν ‘οὐ δύναται‘ δυσσεβέστατον· δύναται ἄρα. εἰ δὲ δύναται μέν, κωλύειν δὲ οὐ βούλεται, τοῦτο φθονεροῦ καὶ κακοποιοῦ. λέγομεν τοίνυν πρὸς τοῦτο ὅτι τὸ
5αὐτεξούσιον δέδωκεν ὁ δημιουργὸς διὰ τὰ μέλλοντα ἀγαθά· εἰ γὰρ μὴ ἦσαν ἀμοιβαί, οὐκ ἂν ἐστέφοντο· ὥσπερ γὰρ εὑρίσκομεν ἐπὶ στρατιωτῶν ὅτι μετὰ τοὺς ἀγῶνας τῶν δωρεῶν ἐπιτυγχάνουσιν, ὁ δὲ μὴ ἀγωνισάμενος οὐδ’ ὅλως ἀξιοῦται δωρεᾶς, τοιοῦτόν τι συμβαίνει καὶ ἐπὶ πάντων τούτων. καὶ ταῦτα μὲν ἔξωθεν. Ἀριστοτέλης δὲ προλαμβάνει τι λημμάτιον ἀπό τινων πρὸς τὴν
10τοῦ ἐνδεχομένου ἀναίρεσιν. ἔστι δὲ τοῦτο ὅτι τῇ ἀληθείᾳ τῶν λόγων ἕπε‐ ται ἡ ὕπαρξις τοῦ πράγματος καὶ τῷ ψεύδει τῶν λόγων ἡ ἀνυπαρξία. ἀναιρεθήσεται 〈ἄρα〉 τὸ ἐνδεχόμενον. εἰ γὰρ ἀληθὴς ἦν ὁ λόγος ὁ λέγων χθὲς περὶ τοῦ σήμερον τεχθέντος παιδίου ὅτι τεχθήσεται παιδίον αὔριον μέγα τε καὶ λευκόν, πάντως καὶ τεχθήσεται· καὶ ἀντιστρόφως εἰ τεχθή‐
15σεται, πάντως ἀληθὴς ὁ λόγος. πάλιν εἰ ψευδὴς ἦν ὁ λόγος ὁ λέγων ὅτι αὔριον τόδε τι γίνεται, οὐ γίνεται· καὶ ἐὰν οὐ γίνεται, ψευδὴς ὁ λόγος. εἰ τοίνυν ὡρισμένως ἀληθές ἐστιν ἐπὶ τῶν καθ’ ἕκαστα γινομένων ὅτι τόδε τί ἐστιν αὔριον, οἷον ὅτι ἔσται ναυμαχία, πάντως ἔσται ναυμαχία, καὶ πάντα ἐξ ἀνάγκης γίνονται *** οὐδὲν γὰρ κωλύει εἰς τοσοῦτον πλῆθος
20ἐτῶν τὸν μὲν καταφάσκειν 〈τὸν δὲ ἀποφάσκειν〉. εἰ δὲ τοῦτο, ἄτοπον ἔσται τὸ ἀναιρεῖσθαι τὸ ἐνδεχόμενον. καὶ γὰρ βουλευτικοί ἐσμεν· τὸ δὲ βουλεύεσθαι οὐκ ἔστιν μάτην· οὐδὲν γὰρ μάτην οὔτε ὁ θεὸς οὔτε ἡ φύσις ποιεῖ. βου‐ λευόμεθα δὲ οὔτε περὶ τῶν ἀναγκαίων οὔτε περὶ τῶν ἀδυνάτων (οὐδεὶς γὰρ βουλεύεται ἢ ‘δεῖ με ἵπτασθαι‘ ἢ ‘δεῖ με ἀναπνεῦσαι;‘) ἀλλὰ περὶ τῶν
25ἐνδεχομένων. ἔστιν ἄρα τὸ ἐνδεχόμενον. εἰ δὲ ἔστιν τὸ ἐνδεχόμενον, οὐκ ἔστιν μία τῶν ἀντικειμένων τούτων τῶν προτάσεων ὡρισμένως πάντως ἢ ἀληθὴς ἢ ψευδής. καὶ ταῦτα μέν εἰσιν τὰ παραδιδόμενα. ἐπιφέρει δὲ καὶ ἄλλην τελειοτέραν ἐπίλυσιν ἣν ἐν ἑτέρᾳ θεωρίᾳ σὺν θεῷ μαθησόμεθα. Ἐπὶ μὲν οὖν τῶν ὄντων καὶ γενομένων ἀνάγκη τὴν κατά‐
30φασιν ἢ τὴν ἀπόφασιν ἀληθῆ ἢ ψευδῆ εἶναι. ἐνταῦθα δεῖ προσ‐ θεῖναι τὸ ὡρισμένως, ἐπεὶ πάντως ἡ μὲν αὐτῶν ἀληθὴς ἡ δὲ ψευδής *** τί οὖν λέγομεν περὶ τοῦ θείου; ἡμῖν μὲν γὰρ ἀόριστόν ἐστι καὶ οὐκ ἴσμεν ἆρά γε ἔσται αὔριον ναυμαχία ἢ οὐκ ἔσται· ὁ δὲ θεὸς ὡρισμένως ἐπίσταται ὅτι πάντως ἔσται ἢ οὐκ ἔσται. ἡμεῖς δὲ τὸ ὅλον τοῦτο ‘ἢ ἔσται
35ἢ οὐκ ἔσται‘ ἐπιστάμεθα, αὐτὸς δὲ τὸ ἕν, εἴτε ἔσται εἴτε οὐκ ἔσται. πρὸς δὲ τοῦτο λέγομεν ὅτι οὐ καθὸ ἐπίσταται, διὰ τοῦτο γίνεται (οὐ γάρ ἐστιν ἡ γνῶσις τοῦ θεοῦ αἰτία τοῦ γίνεσθαι τὸ πρᾶγμα) ἀλλὰ τοὐναντίον· ἐπειδὴ
γὰρ τὸ πρᾶγμα, αἴτιόν ἐστι τοῦτο τοῦ προγινώσκειν τὸ θεῖον.36
in Int
.

37

Εἰ γὰρ πᾶσα κατάφασις καὶ ἀπόφασις ἀληθὴς ἢ ψευδής, καὶ ἅπαν ἀνάγκη ὑπάρχειν ἢ μὴ ὑπάρχειν. ἐντεῦθεν λαμβάνει τὴν ὑπόθεσιν τὴν λέγουσαν ὅτι τῇ ἀληθείᾳ τῶν λόγων ἡ τῶν πραγμάτων ὕπαρξις καὶ τῷ ψεύδει τῶν λόγων ἡ τῶν πραγμάτων ἀνυπαρξία ἕπεται. ἔστιν δὲ
5ὑπόθεσις ψευδὴς εἰς ἀδύνατον προαγομένη, καὶ ἔστιν τὸ σχῆμα τοῦτο εἰς ἀδύνατον ἀπαγωγή. Ἄμφω γὰρ οὐχ ὑπάρξει ἅμα ἐπὶ τοῖς τοιούτοις. τὰς ἀπροσδιορίστους αἰνιττόμενος τοῦτό φησιν τὰς ἐχούσας ἴδιον τὸ συναληθεύειν ἢ τὸ συμψεύδεσθαι. φησὶν τοίνυν ὅτι ἐπὶ τῶν καθ’ ἕκαστα προτάσεων οὐ
10συμβαίνει τοῦτο. Ἔτι εἰ ἔστι λευκὸν νῦν, ἀληθὲς ἦν εἰπεῖν πρότερον ὅτι ἔσται λευκόν. ἐντεῦθεν κατασκευὴν λαμβάνει τῆς ληφθείσης ὑποθέσεως ὅτι τῇ ἀληθείᾳ τῶν λόγων ἡ τῶν πραγμάτων ἔκβασις ἀκολουθεῖ. Ἀλλὰ μὴν οὐδὲ ὡς οὐδέτερόν γε ἀληθὲς ἐνδέχεται λέ‐
15γειν, οἷον ὅτι οὔτε ἔσται οὔτε οὐκ ἔσται καὶ τὰ ἑξῆς. οὐ μόνον τοῦτο ἔσται ἄτοπον, ὅπερ εἶπεν, ἀμφοτέρας τὰς προτάσεις ψευδεῖς εἶναι, ἀλλὰ πρὸς τούτοις εὑρεθήσεται καὶ ἐσόμενον τὸ πρᾶγμα καὶ μὴ ἐσόμενον. εἰ μὲν γὰρ ψευδής ἐστιν ἡ κατάφασις ἡ λέγουσα ὅτι αὔριον ἔσται ναυμαχία *** ψευδοῦς γὰρ οὔσης τῆς καταφάσεως συμβαίνει τὴν ἀπόφασιν ἀλη‐
20θεύειν, ἥτις ὑπέκειτο καὶ αὐτὴ ψευδής. εἰ δὲ πάλιν ψεύδεται ἡ ἀπόφασις ἡ λέγουσα ‘αὔριον οὐκ ἔσται ναυμαχία‘, οὐκοῦν ἀληθεύει ἡ κατάφασις, καὶ ἔσται ναυμαχία, καὶ πάλιν τὸ αὐτὸ συμβήσεται. Τὰ μὲν δὴ συμβαίνοντα ἄτοπα ταῦτα καὶ τὰ τοιαῦτα ἕτερα. ποῖά εἰσιν τὰ ἄτοπα, ὅτε μίαν τῶν προτάσεων τούτων εἴποι τις
25πάντως ὡρισμένως ψεύδεσθαι; συμβήσεται ἄτοπόν τι τὸ ἀναιρεθῆναι τὸ ἐν‐ δεχόμενον καὶ πάντα ἐξ ἀνάγκης γίνεσθαι. Ὥστε οὔτε βουλεύεσθαι δέοι ἂν οὔτε πραγματεύεσθαι. ἐντεῦθεν ὥσπερ συνηγορῶν τῷ εἶναι τὸ ἐνδεχόμενον προάγεται. πραγμα‐ τεύεσθαι δὲ λέγει τὸ ἐπιχειρεῖν ὅλως εἰς τὰ πράγματα. ἐν οἷς ἡ πρᾶξις.
30tΠρᾶξις ε
31tΤὸ μὲν οὖν εἶναι τὸ ὂν ὅταν ᾖ καὶ τὸ μὴ ὂν μὴ εἶναι
32tὅταν μὴ , ἀνάγκη καὶ τὰ ἑξῆς.
33 Τὰς φερομένας ἀπορίας κατὰ τοῦ ἐνδεχομένου ἤδη μεμαθήκαμεν, ὅπως αὐτοῦ τὴν ἀναίρεσιν ποιεῖν ὑπελάμβανον. οὐ μὴν ἀλλὰ καὶ τὰς πρὸς αὐτὰς
35λύσεις ὑπηνέγκαμεν. ἦν δὲ τὸ α ἐπιχείρημα τὸ ἀπὸ τῆς θείας γνώσεως,37
in Int
.

38

ὅπερ κατὰ τὸν Ἰάμβλιχον ἐπελύσαντο. τὸ δὲ β ἀπὸ τῆς ἀκολουθίας τῶν λόγων τε καὶ πραγμάτων, ὅτι εἰ τῇ ἀληθείᾳ τῶν λόγων *** καὶ τῷ ψεύδει τῶν λόγων ἡ ἀνυπαρξία τοῦ πράγματος καὶ τῇ ἀνυπαρξίᾳ τοῦ πράγ‐ ματος τὸ ψεῦδος τῶν λόγων, ἀναιρεθήσεται τὸ ἐνδεχόμενον. τοῦτο δὲ
5ἐπελύσατο Ἀριστοτέλης ἐκ τῆς προνοίας λέγων ὅτι εἰ ἐποίησεν ἡμᾶς ὁ θεὸς διὰ μέσης τῆς φύσεως βουλευτικούς, βουλεύεσθαι δὲ οὔτε περὶ τῶν ἀναγ‐ καίων ἔστιν οὔτε περὶ τῶν ἀδυνάτων, ἀλλὰ περὶ τῶν ἐνδεχομένων, δῆλον ὅτι ἔστι τὸ ἐνδεχόμενον. καὶ οὐ καθὸ ἀληθής ἐστιν 〈ὁ λόγοσ〉, διὰ τοῦτο γίνεται τὸ πρᾶγμα, ἀλλὰ καθὸ γίνεται τὸ πρᾶγμα, διὰ τοῦτό ἐστιν ὁ λόγος
10ἀληθὴς ἐπὶ τῶν ἀληθῶν λόγων καὶ τῆς ὑπάρξεως τῶν πραγμάτων. καὶ τοὐναντίον πάλιν οὐ καθὸ ψευδής ἐστιν ὁ λόγος, ἤδη διὰ τοῦτο ἡ ἀνυπαρξία τῶν πραγμάτων, ἀλλ’ ἐπειδὴ ἡ ἀνυπαρξία τῶν πραγμάτων, διὰ τοῦτο οὐκ ἔστιν ἀληθὴς ὁ λόγος ἀλλὰ ψευδής. πάντα ταῦτα κατὰ τὰ φθάσαντα διεξελθὼν νῦν ἔτι διηρθρωμένως τὴν αὐτὴν ἀπορίαν ἐπιλύεται. ἐκ δὲ διαιρέσεως προ‐
15άγει τὸν λόγον λέγων ὅτι τὸ ὂν διττόν ἐστιν ἤγουν τὸ ἀναγκαῖον, ἢ τὸ ἁπλῶς ἀναγκαῖον ἢ τὸ ἐξ ὑποθέσεως ἀναγκαῖον. καὶ ἐξ ὑποθέσεως ἀναγ‐ καῖόν φαμεν, ἔστ’ ἂν ὑπάρχει τὸ κατηγορούμενον τῷ ὑποκειμένῳ. δύναται δὲ τὸ αὐτὸ τοῦτο καὶ μὴ ὑπάρχειν, ὡς τὸ καθέζεσθαι τὸν Σωκράτη ἢ κα‐ θεύδειν· ἔστ’ ἂν γὰρ καθεύδει ὁ καθεύδων, ἐξ ἀνάγκης ὁ ὕπνος αὐτῷ
20ὑπάρχει. τὸ δὲ ἁπλῶς πάλιν ἀναγκαῖον διττόν· ἢ ἐπὶ τῶν ἀιδίων ὑπάρχει ἢ ἐπὶ τῶν ἐν γενέσει καὶ φθορᾷ, ὅταν συστατικὴ διαφορὰ ὑπάρχῃ τοῦ ὑποκειμένου πράγματος. ‘συστατικὴ‘ δὲ εἴπομεν, ἐπειδὴ ἐπὶ τοῦ ἐξ ὑποθέσεως ἀναγκαίου χωριζόμενον τὸ πρᾶγμα ἤτοι τὸ κατηγορούμενον οἷον τὸ βαδίζειν ἢ τὸ καθεύδειν οὐ φθείρει τὸ ὑποκείμενον, ἐνταῦθα δὲ οἷον ἐπὶ πυρὸς χω‐
25ρισθεῖσα ἡ θερμότης τὸ ὑποκείμενον φθείρει, τοῦτ’ ἔστι τὸ πῦρ. ποῖον δέ ἐστι τὸ ἐπὶ τῶν ἀιδίων θεωρούμενον; οἷον ὡς ἡνίκα φαμὲν ‘ὁ ἥλιος ἐξ ἀνάγκης κινεῖται‘, ‘ὁ θεὸς ἐξ ἀνάγκης ἀγαθός ἐστιν‘. ἐπὶ δὲ τῶν ἐν γενέσει καὶ φθορᾷ οἷον τόδε τὸ πῦρ· οἷον τὸ μερικὸν εἴπομεν καὶ οὐ τὸ καθόλου, ἐπειδὴ τὸ μερικὸν τοῦτο γίνεται καὶ φθείρεται, τὸ δὲ καθόλου ἀεὶ ὡσαύτως
30ἔχει καὶ οὐ φθείρεται. οὕτως μὲν ἐπὶ τοῦ ὄντος θεωρεῖται τὸ ἁπλῶς ἀναγκαῖον καὶ τὸ ἐξ ὑποθέσεως. δῆλον δὲ ὅτι καὶ τὸ μὴ ὂν διττόν· τὸ μηδὲ ὅλως ὄν, ὅπερ οὔτε γέγονεν οὔτε ἔστιν οὔτε ἔσται, οἷον σκινδαψὸς καὶ τὰ τοιαῦτα, ἢ πῇ μὲν ὂν πῇ δὲ μὴ ὄν, ὡς ἐπὶ τῶν ἐνδεχομένων. ἀνάγκη τοίνυν, ὡς ἔχει τὸ ὂν πρὸς τὸ ἀναγκαῖον καὶ τὸ μὴ ἀναγκαῖον, οὕτως ἔχειν
35καὶ τοὺς λόγους· καὶ ἐπειδὴ τὸ ὂν [τὸ μὲν ἔστιν ἐξ ἀνάγκης] ὡς ἐρρέθη, τὸ μέν ἐστιν ἁπλῶς καὶ 〈κυρίωσ〉 ἐξ ἀνάγκης, τὸ δὲ ἐξ ὑποθέσεως, οὕτως
δεῖ ἔχειν καὶ τὴν ἀντίφασιν αὐτῶν πάντως *** τὴν μὲν τῆς ἀντι‐38
in Int
.

39

φάσεως ἀληθῆ εἶναι ὡρισμένως, τὴν δὲ ψευδῆ· ἐπὶ δὲ τῶν ἐνδεχομένων πῇ δὲ μὴ ὄντων, ὅπερ καὶ ἐξ ὑποθέσεως ἀναγκαῖον ἔφαμεν εἶναι, ἀδιάφορον ἢ τὴν κατάφασιν ἢ τὴν ἀπόφασιν ἀληθῆ εἶναι ἢ ψευδῆ ὡρισμένως. τὸ μὲν γὰρ ὅλον τοῦτο γίνεσθαι ναυμαχίαν αὔριον ἢ μὴ γίνεσθαι πάντως ἀναγκαῖον·
5καὶ γὰρ ἢ ἔσται τῇδε τῇ ὥρᾳ ἢ οὐκ ἔσται· διελόντας δὲ εἰπεῖν ὡρισμένως ὅτι πάντως ἔσται 〈ἢ οὐκ ἔσται〉 οὐκέτι ἀληθές, ἐπειδὴ γὰρ αὐτὸ τὸ 〈πρᾶγμα〉 ἀόριστον. καὶ αὕτη μὲν ἡ λύσις τῆς ἀπορίας. Ἕτερον δὲ θεώρημα παραδίδωσι περὶ τῆς διαιρέσεως τῶν προτάσεων τῶν ἐκ τοῦ ὑποκειμένου 〈καὶ κατηγορουμένου συγκειμένων〉 ὅπερ ἤδη με‐
10μαθήκαμεν, ὅτι ἐν ταῖς προτάσεσιν ἀνάγκη τὸν ὑποκείμενον ἢ ὡρισμένον εἶναι ἢ ἀόριστον· καὶ εἴτε ὡρισμένος ἐστὶν ἢ ἀόριστος ὁ ὑποκείμενος πάν‐ τως ἔχει ῥήματα ἢ πτώσεις ῥήματος, ὅπερ αὐτὸς διὰ τὸ σαφὲς παρῆκεν, ἢ ἀόριστον ῥῆμα. καὶ τούτων τὰ παραδείγματα τέθεικεν 〈τῶν μὲν ἐχόντων〉 ὡρισμένον τὸ ὑποκείμενον ‘Σωκράτης βαδίζει, ἄνθρωπος βαδίζει, τὶς ἄν‐
15θρωπος βαδίζει, πᾶς ἄνθρωπος βαδίζει‘. ὡσαύτως καὶ αἱ ἀποφάσεις ‘Σω‐ κράτης οὐ βαδίζει, 〈ἄνθρωπος οὐ βαδίζει〉, οὐδεὶς ἄνθρωπος βαδίζει, οὐ πᾶς ἄνθρωπος βαδίζει‘. ἀόριστον δὲ τὸ ὑποκείμενον τὸ ἔχον συνημμένην ἑαυτῷ τὴν οὔ ἄρνησιν. καὶ τὰ παραδείγματα τούτων δῆλα. ταῦτα εἰπὼν πέρας τίθησι τῇ παρούσῃ θεωρίᾳ· συγκαταπαύεται γὰρ τό τε παρὸν δεύτερον
20τμῆμα καὶ ἡ παροῦσα πρᾶξις.
21tἈρχὴ τοῦ γ τμήματος. 〈Πρᾶξις α.〉
22tὍταν δὲ τὸ ἔστιν τρίτον προσκατηγορῆται, ἤδη διχῶς
23tλέγονται αἱ ἀντιθέσεις.
24Ἐν τούτῳ τῷ τμήματι διαλέγεται περὶ προτάσεων τῶν συγκειμένων
25ἐξ ὑποκειμένου καὶ κατηγορουμένου καὶ τρίτου προσκατηγορουμένου, οἷον ἐν τῇ προτάσει τῇ λεγούσῃ ‘Σωκράτης δίκαιός ἐστιν‘ τὸ μὲν Σωκράτης ὑπό‐ κειται, τὸ δὲ δίκαιος κατηγορεῖται, τὸ δὲ ὑπαρκτικὸν ῥῆμα τὸ ἔστιν τρίτον προσκατηγορεῖσθαι λέγεται. ἡμεῖς δὲ πρὸ τῆς κατὰ τὴν λέξιν ἐξηγήσεως ταῦτα τὰ τρία κεφάλαια ζητήσωμεν· πρῶτον μὲν τὸν ἀριθμὸν τῶν τοιούτων
30προτάσεων, δεύτερον δὲ πῶς ποιοῦμεν τὰς ἀποφάσεις ἐκ τῶν τοιούτων κατα‐ φάσεων, καὶ τρίτον περὶ τῆς ἀκολουθίας τῶν τοιούτων προτάσεων, τοῦτ’ ἔστι ποία πρότασις ποίᾳ προτάσει συνέπεται. ἀρκτέον οὖν τοῦ πρώτου, καὶ εἴπωμεν τὸν ἀριθμὸν τῶν τοιούτων προτάσεων. γίνονται τοίνυν αἱ τοιαῦται προτάσεις διπλασίονες τῶν ἄλλων τῶν συγκειμένων ἐκ κατηγορου‐
35μένου καὶ ὑποκειμένου· ἐκεῖ μὲν γὰρ ἀπεδείχθη ρμδ εἶναι τὰς προτάσεις,39
in Int
.

40

ἐνταῦθα δὲ σπη ἔσονται δι’ αἰτίαν τοιαύτην. ἀνάγκη γὰρ ἀμφοτέρους τοὺς ὅρους τόν τε ὑποκείμενον καὶ τὸν κατηγορούμενον ἢ ὡρισμένους εἶναι ἢ ἀμ‐ φοτέρους ἀορίστους, ἢ τὸν μὲν ὑποκείμενον ὡρισμένον τὸν δὲ κατηγορού‐ μενον ἀόριστον, ἢ τὸ ἀνάπαλιν τὸν μὲν ὑποκείμενον ἀόριστον τὸν δὲ κατη‐
5γορούμενον ὡρισμένον. γεγόνασιν οὖν δ εἴδη. τούτων παραδείγματα τοῦ μὲν ἀμφότερα ἔχοντος ὡρισμένα ‘ἄνθρωπος δίκαιός ἐστιν‘, τοῦ δὲ ἀμφοτέρους ἀορίστους ‘οὐκ ἄνθρωπος οὐ δίκαιός ἐστιν‘, τοῦ δὲ ὑποκείμενον ὡρισμένον τὸν δὲ κατηγορούμενον ἀόριστον ‘ἄνθρωπος οὐ δίκαιός ἐστιν‘, ἔμπαλιν δὲ ‘οὐκ ἄνθρωπος δίκαιός ἐστιν‘. πολυπλασιαζομένης τοίνυν ἑκάστης προτάσεως ἐπὶ
10τὴν τριμέρειαν τοῦ χρόνου γίνονται ιβ προτάσεις. εἶτα τούτων τῶν ιβ πολυ‐ πλασιαζομένων ἐπὶ τὴν τριμέρειαν τῆς ὕλης γίνονται λϛ. αὗται τοίνυν αἱ λϛ προτάσεις τετραπλασιάζονται, ἐπειδὴ καὶ τέσσαρας εἴπομεν τὰς κατα‐ φατικὰς προτάσεις, τὴν καθ’ ἕκαστα καὶ τὴν ἀπροσδιόριστον τήν τε μερικὴν προσδιωρισμένην καὶ τὴν καθόλου προσδιωρισμένην. τετραπλασιαζόμεναι
15οὖν αἱ λϛ προτάσεις γίνονται ρμδ, καταφάσεις δῆλον ὅτι, ὁμολογουμένως δὲ ὅτι καὶ τοσαῦται ἔσονται ἀποφάσεις· καὶ ἔσονται ὁμοῦ σπη. ἐν οἷς τὸ πρῶτον ἡμῖν πληροῦται κεφάλαιον. Δεύτερόν ἐστι κεφάλαιον, ἐν ᾧ ζητοῦμεν πῶς ποιοῦμεν τὰς ἀποφάσεις ἐκ τῶν τοιούτων καταφάσεων, τίνι συνάπτοντες τὴν οὔ ἄρνησιν, ἆρα τῷ
20ὑποκειμένῳ ἢ τῷ κατηγορουμένῳ ἢ τῷ τρίτῳ προσκατηγορουμένῳ. καὶ ὅτι μὲν τῷ ὑποκειμένῳ οὐ δεῖ συνάπτειν ἤδη μεμαθήκαμεν. ἀλλὰ μὴν οὐδὲ τῷ κατηγορουμένῳ, διότι πάλιν γίνεται ἀόριστος κατάφασις, ἣν ὁ Θεόφραστος ἐκ μεταθέσεως ἐκάλεσεν, ἢ διὰ τὸ μετατίθεσθαι τὴν οὔ ἄρ‐ νησιν ἐκ τοῦ ἔστι τρίτου προσκατηγορουμένου ἐπὶ τὸν κατηγορούμενον, ἢ ὅτι
25μετατίθεται αὐτῶν ἡ τάξις ἐν τῷ διαγράμματι· γίνεται γάρ, ὡς μαθησό‐ μεθα, οὐκέτι ἡ κατάφασις ὑπὸ τὴν κατάφασιν καὶ ἡ ἀπόφασις ὑπὸ τὴν ἀπόφασιν. διὰ ταύτας οὖν τὰς αἰτίας ὁ Θεόφραστος ἠξίωσεν τὰς τοιαύτας προτάσεις ἐκ μεταθέσεως ὀνομάζειν. ὡς οὖν εἴπομεν, οὐ δεῖ τῷ κατηγο‐ ρουμένῳ συνάψαι τὴν οὔ ἄρνησιν, ἀλλὰ τῷ τρίτῳ προσκατηγορουμένῳ· εἰ
30γὰρ τῷ κατηγορουμένῳ συνάψωμεν, οὐ μόνον ἀόριστον κατάφασιν ποιοῦμεν, ὡς εἴπομεν (τὸ γὰρ ‘ἄνθρωπος οὐ δίκαιός ἐστι‘ κατάφασις μέν ἐστιν ἀόριστος δέ), οὐ μόνον οὖν τοῦτο συμβαίνει, ἀλλ’ οὖν καὶ τὸ κῦρος ἐν ταῖς τοιαύ‐ ταις προτάσεσι τὸ τρίτον προσκατηγορούμενον ἔχει· ὅθεν καὶ οὕτως προσω‐ νομάσθησαν αἱ τοιαῦται προτάσεις ἐκ τρίτου προσκατηγορουμένου. βουλό‐
35μεθα οὖν ἐνταῦθα ἀνελεῖν τὸν δεσμόν, ἵνα λυθῇ ὅλη ἡ κατάφασις. τὸ γὰρ δίκαιον ἀδύνατον ἦν συναφθῆναι τῷ ἀνθρώπῳ, εἰ μὴ διὰ τοῦ ἔστιν ὑπαρ‐ κτικοῦ ῥήματος· δεῖ τοίνυν λῦσαι τὸν δεσμόν, ἵνα ὅλη ἡ κατάφασις λυθῇ. καὶ ταῦτα μὲν ἐὰν ὦσιν ἀπροσδιόριστοι αἱ προτάσεις. ἐν δὲ ταῖς προσδιω‐ ρισμέναις προτάσεσιν, ὡς εἴρηται, τῷ προσδιορισμῷ δεῖ συνάπτειν τὴν οὔ
40ἄρνησιν. πρῶτον μὲν διὰ τὸ κῦρος τοῦ προσδιορισμοῦ. ὁ γὰρ προσδιορισμὸς ποσὸν σημαίνει, ὡς ἤδη φθάσαντες ἀπεδώκαμεν· αὐτῷ οὖν συνάπτομεν
τὴν οὔ ἄρνησιν, ἵνα τὸ ποσὸν ἀνέλωμεν. ἐκείνου γὰρ λέγοντος ὅτι πᾶς40
in Int
.

41

ἄνθρωπος δίκαιός ἐστι λέγομεν ἀναιροῦντες τὸ ποσὸν ὅτι τοῦτο οὐκ ἔστιν ἀληθές· φαμὲν γὰρ ὅτι οὐ πᾶς ἄνθρωπος δίκαιός ἐστι. δεύτερον δὲ πρὸς τούτοις, ὅτι εἰ μὴ οὕτω ποιήσωμεν τὰς ἀποφάσεις καὶ τῷ προσδιορισμῷ τὴν οὔ συνάψωμεν ἄρνησιν, οὐ γίνεται ἀντίφασις· οἷον ἐν τῷ λέγειν ‘πᾶς
5ἄνθρωπος δίκαιός ἐστιν‘ ἐὰν ποιήσωμεν τὴν ἀπόφασιν ‘πᾶς ἄνθρωπος δίκαιος οὐκ ἔστιν‘, ἀμφότεραι ψευδεῖς εὑρίσκονται ἐπὶ τῆς ἐνδεχομένης ὕλης, καὶ οὐκέτι ἀντίφασις ἔσται. εἰ δὲ εἴπωμεν ‘πᾶς ἄνθρωπος δίκαιός ἐστι, οὐ πᾶς ἄνθρωπος δίκαιός ἐστι‘, πάντως ἡ μέν ἐστιν ἀληθὴς ἡ δὲ ψευδής. ἐν οἷς τὸ δεύτερον κεφάλαιον.
10 Τρίτον ἐστὶ κεφάλαιον, ἐν ᾧ περὶ τῆς ἀκολουθίας τῶν προτάσεων διαλεγόμεθα, ποία πρότασις ποίᾳ προτάσει μὲν ἕπεται, ποίᾳ δὲ οὔ. τοῦτο δὲ μανθάνομεν οὕτως. δύο ἀντιθέσεων γινομένων, τῆς μὲν ὡρισμένης τῆς δὲ ἀορίστου (ὡρισμένην δὲ ἀντίθεσιν ἐνταῦθα λέγω τὴν ἔχουσαν ὡρισμένον τὸν κατηγορούμενον, ἀόριστον δὲ τὴν ἔχουσαν ἀόριστον τὸν κατηγορούμενον·
15καλοῦμεν δὲ τὴν μὲν ὡρισμένην ἀντίθεσιν ἁπλῆν, οἷον ‘ἄνθρωπος δίκαιός ἐστιν, ἄνθρωπος δίκαιος οὐκ ἔστι‘, τὴν δὲ ἀόριστον ἐκ μεταθέσεως, ὡς εἴρη‐ ται)· γεγόνασιν οὖν δ μόρια ἤγουν δ προτάσεις ‘ἄνθρωπος δίκαιός ἐστι‘ ἁπλῆ κατάφασις, ‘ἄνθρωπος δίκαιος οὐκ ἔστιν‘ ἁπλῆ ἀπόφασις, ‘ἄνθρωπος οὐ δίκαιός ἐστιν‘ ἐκ μεταθέσεως κατάφασις, ‘ἄνθρωπος οὐ δίκαιος οὐκ ἔστιν‘
20ἐκ μεταθέσεως ἀπόφασις. τούτων δὲ τῶν δ μορίων ὄντων τὰ μὲν δύο μόρια, τοῦτ’ ἔστι τὰ ἐκ μεταθέσεως, πρὸς τὴν ἁπλῆν ἀπόφασίν τε καὶ κατάφασιν οὕτως ἕξουσι κατὰ τὴν ἀκολουθίαν ὡς αἱ στερητικαὶ καταφάσεις καὶ ἀποφάσεις. ὥσπερ γὰρ ἡ στερητικὴ ἀπόφασις ἡ λέγουσα ‘ἄνθρωπος ἄδικος οὐκ ἔστι‘ ἕπεται τῇ ἁπλῇ καταφάσει καὶ ἐπὶ πλέον ἐστὶν αὐτῆς,
25οὕτως καὶ ἡ ἐκ μεταθέσεως ἀπόφασις ἡ λέγουσα ‘ἄνθρωπος οὐ δίκαιος οὐκ ἔστιν‘ ἕπεται τῇ ἁπλῇ καταφάσει τῇ λεγούσῃ ‘ἄνθρωπος δίκαιός ἐστι‘, καὶ ἐπὶ πλέον αὐτῆς ἐστιν. ἡ μὲν γὰρ στερητικὴ ἀπόφασις ἡ λέγουσα ‘ἄνθρω‐ πος ἄδικος οὐκ ἔστιν‘ ἁρμόζει οὐ μόνον ἐπὶ 〈τῶν δικαίων〉 ἀνθρώπων ἀλλὰ καὶ ἐπὶ παίδων καὶ ἐπὶ τῶν ἐχόντων μέσην τὴν ἕξιν· ὡσαύτως καὶ ἡ ἐκ μετα‐
30θέσεως ἀπόφασις ἡ λέγουσα ‘ἄνθρωπος οὐ δίκαιος οὐκ ἔστιν‘ ἐπὶ τῶν αὐτῶν ἁρμόζει. ἡ μέντοι κατάφασις ἡ ἁπλῆ ἡ λέγουσα ‘ἄνθρωπος δίκαιός ἐστιν‘ ἐπὶ μόνων τῶν δικαίων ἁρμόζει. πάλιν ἡ κατάφασις ἡ ἐκ μεταθέσεως ἡ λέγουσα ‘ἄνθρωπος οὐ δίκαιός 〈ἐστιν〉‘ ἐπ’ ἔλαττόν ἐστι τῆς ἁπλῆς ἀποφάσεως τῆς λεγούσης ‘ἄνθρωπος δίκαιος οὐκ ἔστιν‘. ἡ μὲν γὰρ στερητικὴ κατάφασις
35μόνον ἐπὶ τῶν ἀδίκων λέγεται, ἡ δὲ ἁπλῆ ἀπόφασις οὐ μόνον ἐπὶ τῶν ἀδί‐ κων ἀλλὰ καὶ ἐπὶ παίδων καὶ ἐπὶ λίθων καὶ ἁπλῶς ἐπὶ τῶν μηδὲ ὅλως δεκτικῶν ὄντων τῆς δικαιοσύνης. ὥσπερ οὖν ἡ στερητικὴ κατάφασις ἐπ’ ἔλαττόν ἐστι τῆς ἁπλῆς ἀποφάσεως, οὕτως καὶ ἡ ἐκ μεταθέσεως κατάφασις ἡ λέγουσα ‘ἄνθρωπος οὐ δίκαιός ἐστιν‘ ἐπ’ ἔλαττόν ἐστι τῆς ἁπλῆς ἀπο‐
40φάσεως τῆς λεγούσης ‘ἄνθρωπος δίκαιος οὐκ ἔστιν‘. ἡ μὲν γὰρ ἁπλῆ ἀπό‐41
in Int
.

42

φασις, ὡς εἴρηται, ἁρμόζει καὶ ἐπὶ τῶν λίθων καὶ ἐπὶ τῶν παίδων καὶ ἐπὶ τῶν ἀδίκων· ἡ δὲ ἐκ μεταθέσεως κατάφασις ἐπὶ μὲν τῶν παίδων ἁρ‐ μόζει καὶ ἐπὶ τῶν ἐχόντων μέσην ἕξιν, οἷον τῶν μὴ δικαίων μήτε ἀδίκων, ἐπὶ δὲ τῶν λίθων οὐχ ἁρμόζει· οὐδεὶς γὰρ λέγει ὅτι ὁ λίθος ἄνθρωπος
5οὐ δίκαιός ἐστιν· ψευδὴς γὰρ ἡ πρότασις εὑρεθήσεται. ἡ δὲ ἁπλῆ ἀπό‐ φασις ἡ λέγουσα (ὑπόθου ὁ λίθος) ‘ἄνθρωπος δίκαιος οὐκ ἔστιν‘ ἀναιρεῖ καὶ τὸ δίκαιον ἐκ τοῦ λίθου καὶ τὸν ἄνθρωπον. ἡ δὲ ἄλλη ἐκ μεταθέσεως κατάφασις ἡ λέγουσα ‘ὁ λίθος ἄνθρωπος οὐ δίκαιός ἐστι‘ τοῦτό φησιν ὅτι ἄνθρωπος μέν ἐστιν ὁ λίθος, οὐ δίκαιος δέ. ὥστε καθολικωτέρα ἡ
10ἁπλῆ ἀπόφασις τῆς ἐκ μεταθέσεως καταφάσεως. οὐκέτι δὲ ἀντιστρέφει· οὐ γὰρ ὃν λόγον ἔχουσιν αἱ στερητικαὶ προτάσεις πρὸς τὰς ἐκ μεταθέσεως προτάσεις, τὸν αὐτὸν λόγον ἕξουσι κατὰ τὸ καθολικώτερον καὶ τὸ μερικώ‐ τερον αἱ ἁπλαῖ. ἡ μὲν γὰρ στερητικὴ κατάφασις ἡ λέγουσα ‘ἄνθρωπος ἄδικός ἐστι‘ μερικωτέρα ἐστίν, ὡς ἐρρέθη, τῆς ἐκ μεταθέσεως καταφάσεως
15τῆς λεγούσης ‘ἄνθρωπος οὐ δίκαιός ἐστιν‘· ἡ δὲ ἁπλῆ ἀπόφασις καθολικω‐ τέρα ἐκείνης ἀποδέδεικται κατὰ τὸν αὐτὸν τρόπον. ἐπειδὴ ἡ στερητικὴ κατάφασις μερικωτέρα ἐστὶ τῆς ἐκ μεταθέσεως καταφάσεως, οὐκοῦν καὶ ἡ ἀπόφασις αὐτῆς ἡ λέγουσα ‘ἄνθρωπος ἄδικος οὐκ ἔστιν‘ 〈καθολικωτέρα ἐστὶ τῆς ἐκ μεταθέσεως ἀποφάσεως τῆς λεγούσης ‘ἄνθρωπος οὐ δίκαιος οὐκ ἔστιν‘〉·
20ἡ δὲ ἁπλῆ κατάφασις μερικωτέρα ἐκείνης ἀποδέδεικται. καλῶς 〈οὖν〉 εἴρηται ὅτι τῶν δ μορίων τὰ μὲν ἐκ μεταθέσεως οὕτως ἀκολουθοῦσιν ταῖς ἁπλαῖς καταφάσεσι καὶ ἀποφάσεσιν ὡς αἱ στερητικαὶ προτάσεις, οὐκέτι δὲ ἀντι‐ στρέφει. καὶ ταῦτα μὲν ἐπὶ τῶν ἀπροσδιορίστων προτάσεων. κατὰ τὸν αὐτὸν δὲ τρόπον καὶ ἐπὶ τῶν προσδιωρισμένων προτάσεων ἡ ἀκολουθία·
25πλήν γε αἱ κατὰ διάμετρον κείμεναι προτάσεις οὐχ ὁμοίως συναληθεύουσιν ἐπὶ τῆς ἐνδεχομένης ὕλης ὥσπερ ἐκεῖ· ἐκεῖ μὲν γὰρ ἀεὶ συναληθεύουσιν αἱ διαγώνιοι, τοῦτ’ ἔστιν ἐπὶ τῶν ἀπροσδιορίστων· ἐπὶ δὲ τῶν προσδιωρισ‐ μένων προτάσεων ποτὲ μὲν συναληθεύουσι ποτὲ δὲ συμψεύδονται. καὶ τοῦτο δῆλον ἐκ τοῦ διαγράμματος· οἷον ἐν μὲν τῷ α διαγράμματι κεῖται
30‘ἄνθρωπος δίκαιός ἐστιν‘ ἁπλῆ κατάφασις, διαγώνιος δὲ ταύτῃ κεῖται ἡ ἐκ μεταθέσεως κατάφασις ἡ λέγουσα ‘ἄνθρωπος οὐ δίκαιός ἐστιν‘. ἀμφότεραι οὖν ὁμολογουμένως ἀληθεῖς, καὶ ἡ λέγουσα ‘ἄνθρωπος δίκαιός ἐστι‘ διὰ Σωκράτην καὶ ἡ λέγουσα ‘ἄνθρωπος οὐ δίκαιός ἐστι‘ δι’ Ἄνυτον ἢ τὸ παι‐ δίον. πάλιν κεῖται ἐπ’ εὐθείας ‘ἄνθρωπος δίκαιος οὐκ ἔστιν‘ ἁπλῆ ἀπό‐
35φασις, ταύτῃ δὲ διαγώνιος κεῖται ἡ ἐκ μεταθέσεως ἀπόφασις ἡ λέγουσα ‘ἄνθρωπος οὐ δίκαιος οὐκ ἔστι‘. συναληθεύουσιν· ἡ μὲν γὰρ ἀπόφασις ἡ λέγουσα ‘ἄνθρωπος δίκαιος οὐκ ἔστιν‘ ἐπὶ παιδίων ἀληθεύει, ἐπὶ αὐτῶν δὲ
τούτων ἀληθεύει πάλιν καὶ ἡ ἐκ μεταθέσεως ἀπόφασις. ὥστε ἀποδέδεικται42
in Int
.

43

ὅτι ἀεὶ ἐπὶ τῶν ἀπροσδιορίστων αἱ διαγώνιοι συναληθεύουσιν. ἐπὶ δὲ τῶν προσδιωρισμένων κείσθω ἄνω πρότασις ἁπλῆ κατάφασις οἷον ‘πᾶς ἄνθρωπος δίκαιός ἐστι‘ ψευδὴς οὖσα ὁμολογουμένως· ἐπ’ εὐθείας ταύτῃ κεῖται ἑτέρα πρότασις ἀντιφατικῶς μαχομένη ἡ λέγουσα ‘οὐ πᾶς ἄνθρωπος δίκαιός ἐστιν‘.
5πάλιν δὲ ἡ ἐκ μεταθέσεως ἀπόφασις ὑποκάτω κείσθω ἑπομένη τῇ καθόλου καταφάσει ἡ λέγουσα ‘οὐ πᾶς ἄνθρωπος οὐ δίκαιός ἐστιν‘· ἐπ’ εὐθείας δὲ ταύτῃ κεῖται ἡ κατάφασις αὕτη ἡ λέγουσα ‘πᾶς ἄνθρωπος οὐ δίκαιός ἐστιν‘. αἱ μὲν οὖν διαγώνιοι καθόλου οἷον ἡ ἁπλῆ κατάφασις καὶ ἡ ἐκ μεταθέ‐ σεως συμψεύδονται, ἥ τε λέγουσα ‘πᾶς ἄνθρωπος δίκαιός ἐστι‘ καὶ ἡ λέ‐
10γουσα ‘πᾶς ἄνθρωπος οὐ δίκαιός ἐστιν‘· αἱ δὲ ἄλλαι διαγώνιοι, ἥ τε λέγουσα ‘οὐ πᾶς ἄνθρωπος δίκαιός ἐστι‘ καὶ ἡ ‘οὐ πᾶς ἄνθρωπος οὐ δίκαιοσ‘ συναλη‐ θεύουσιν· ἀληθὲς γὰρ εἰπεῖν ‘οὐ πᾶς ἄνθρωπος δίκαιός ἐστι‘ καὶ τὸ λέγειν ‘οὐ πᾶς ἄνθρωπος οὐ δίκαιός ἐστιν‘. εἶτα παρακατιὼν ὑπόδειγμά τι τίθησιν καὶ τῶν προτάσεων τῶν ἐχουσῶν τὸν ὑποκείμενον ἀόριστον· ποῖαι δέ εἰσιν
15αὗται, ἤδη μεμαθήκαμεν. ἐπεὶ οὖν ταῦτα εἴπομεν καὶ τὸ ἱκανὸν μέγεθος ἀπείληφεν ἡ παροῦσα θεωρία, φέρε ταύτην ἐνταῦθα καταπαύοντες τὴν λέξιν πολυπραγμονήσωμεν, ἵνα, εἴ πού τι δέοι, σαφηνίσωμεν κατὰ δύναμιν. Οἷον ἔστι δίκαιος ἄνθρωπος· τὸ ἔστι τρίτον φημὶ συγ‐ κεῖσθαι ὄνομα ἢ ῥῆμα ἐν τῇ καταφάσει. ἰστέον ὅτι τὸ συγκεῖσθαι
20οὐ καλῶς εἶπεν· οὐ γὰρ σύγκειται ἐκ δύο τινῶν ἢ πλειόνων τὸ ἔστι· πᾶν γὰρ συγκείμενον τοὐλάχιστον ἐκ δύο τινῶν σύγκειται. σὺ οὖν λαβὲ τὸ συγ‐ κεῖσθαι ἢ ἀντὶ τοῦ προσκεῖσθαι, ὅπερ αὐτὸς μικρὸν ὕστερον τῷ συγκεῖσθαι ἐπήγαγεν, ἢ συγκεῖσθαι ἀντὶ τοῦ σὺν τοῖς ἄλλοις κεῖσθαι, οἷον σὺν τῷ κατη‐ γορουμένῳ καὶ ὑποκειμένῳ. ὄνομα δὲ ἢ ῥῆμα εἶπεν νῦν οἷον ‘ᾧ βούλῃ
25ὀνόματι καλέσῃς αὐτό.‘ εἶπεν ὄνομα τῷ κοινῷ προσρήματι· εἴπομεν γὰρ ὅτι καὶ τὸ ὄνομα τὸ παρ’ ἡμῖν καὶ τὸ ῥῆμα καὶ πᾶν μέρος λόγου ὄνομα ἐπε‐ κάλουν οἱ παλαιοί. εἰ δὲ ῥῆμα εἴποις τὸ ἔστι, τότε τῷ ἰδικῷ ὀνόματι καλεῖς αὐτό. ἰστέον δὲ ὅτι κατάφασιν καὶ ἀπόφασιν λέγει τὰς ἁπλᾶς προ‐ τάσεις, οὐχ ὡς καὶ τῶν ἄλλων μὴ οὐσῶν καταφάσεων καὶ ἀποφάσεων,
30ἀλλὰ τὰς ἁπλᾶς λέγει καταφάσεις καὶ ἀποφάσεις, ἐπειδὴ αὗται κυριώτεραί εἰσιν τῶν ἄλλων προτάσεων. Λέγω δὲ ὅτι τὸ ἔστι ἢ τῷ δικαίῳ προσκείσεται ἢ τῷ οὐ δικαίῳ. ἐνταῦθα καλῶς εἶπεν ἐπὶ τοῦ ἔστι προσκείσεται *** τὴν ἁπλῆν ἐσήμανεν πρότασιν, ἐν δὲ τῷ εἰπεῖν οὐ δικαίῳ τὴν ἐκ μεταθέσεως
35‘ἔστιν οὐ δίκαιος ἄνθρωποσ‘. Ἐντεῦθεν τὰς ἐκ μεταθέσεως προτάσεις παραδίδωσι. καὶ ἄξιον ζητῆσαι περὶ τῆς ἐκ μεταθέσεως ἀποφάσεως ἆρά γε κατάφασιν σημαίνει ἢ ἀπό‐ φασιν. λέγομεν τοίνυν ὅτι ἡ ἐκ μεταθέσεως ἀπόφασις ἕπεται τῇ ἁπλῇ
καταφάσει· καὶ εἰκότως, διότι ἐπὶ τῶν ὄντων ὅταν ληφθῶσιν δύο ἀρνήσεις43
in Int
.

44

ἐπὶ διαφόρων ὅρων κείμεναι ἢ προσρήματος (πρόσρημα δέ φημι ἢ τὸν προσδιορισμὸν ἢ τὸν τρίτον προσκατηγορούμενον) πάντως κατάφασιν σημαί‐ νουσιν, οἷον ‘ἄνθρωπος δίκαιός ἐστιν, ἄνθρωπος οὐ δίκαιος οὐκ ἔστιν‘· ἐν‐ ταῦθα τὸ ‘οὐ δίκαιος οὐκ ἔστι‘ κατάφασιν δηλοῖ. ὅταν δὲ ἐπὶ τῶν μὴ ὄν‐
5των ληφθῶσιν, ἀδιάφορον· ἡ αὐτὴ γὰρ ἐκ μεταθέσεως ἀπόφασις ἐπὶ τῶν ἀδιαφόρων, οἷον τῶν μήτε δικαίων μήτε ἀδίκων, οὐκ ἔχει τὴν αὐτὴν κατά‐ φασιν. ἐπὶ διαφόρων δὲ ὅρων εἴπομεν διὰ τὴν Ἀττικὴν συνήθειαν· πολ‐ λάκις γὰρ αὐτοὶ τὰς δύο ἀρνήσεις καὶ ἀλλεπαλλήλως τιθέντες ἀντὶ μιᾶς ἀρνήσεως αὐτὰς λαμβάνουσιν, ὡς τὸ ‘οὐ μὴ ποιήσεισ‘ ἀντὶ τοῦ ‘οὐ ποιή‐
10σεισ‘ καὶ ἕτερά τινα τοιαῦτα. Ταῦτα μὲν οὖν, ὥσπερ ἐν τοῖς Ἀναλυτικοῖς λέγεται, οὕτως τέτακται. ἰστέον ὅτι ὅσον ἐκ τῆς φράσεως τοῦ ῥητοῦ τούτου πρότερά εἰσιν τὰ Ἀναλυτικὰ τῆς παρούσης πραγματείας· εἶπεν γὰρ ὡς ἐν τοῖς Ἀναλυτικοῖς λέγεται. λαβὲ οὖν τὸ λέγεται ἀντὶ τοῦ λεχθήσεται·
15σκοπὸν γὰρ ἔχων περὶ ἐκείνων γράψαι εἶπεν τὸ λέγεται. Ὁμοίως δὲ ἔχει κἂν καθόλου τοῦ ὀνόματος ᾖ ἡ κατά‐ φασις. ἐπειδὴ δὲ πάντα ὅσα εἶπεν ἄνω ὡς ἐπὶ τῶν ἀπροσδιορίστων προ‐ τάσεων ἐγύμνασεν, φησὶ νῦν ὅτι καὶ ἐπὶ τῶν προσδιωρισμένων τὸ αὐτὸ συμβήσεται.
20Πλὴν οὐχ ὁμοίως τὰς κατὰ διάμετρον ἐνδέχεται συν‐
αληθεύειν· ἐνδέχεται δέ ποτε. εἴπομεν καὶ ἐν τῇ θεωρίᾳ ὅτι δια‐44
in Int
.

45

φοράν τινα ἔχουσιν αἱ προσδιωρισμέναι προτάσεις πρὸς τὰς ἀπροσδιορίστους. ἐπὶ γὰρ τῶν ἀπροσδιορίστων αἱ διαγώνιοι (τὰς αὐτὰς γὰρ λέγει κατὰ διά‐ μετρον) ἀεὶ συναληθεύουσιν, ἐπὶ δὲ τῶν προσδιωρισμένων ἡ μὲν τῶν δια‐ γωνίων ἀληθεύει, ἡ δὲ συμψεύδεται. τοῦτο οὖν αἰνίττεται διὰ τοῦ ῥητοῦ
5τούτου. Ἄλλαι δὲ πρὸς τὸ οὐκ ἄνθρωπος ὡς ὑποκείμενόν τι προστεθέντες. ἐπειδὴ τὰς ὡρισμένον ἐχούσας τὸν ὑποκείμενον προτάσεις ἐγύμνασεν, φησὶν ὅτι εἰσὶν καὶ ἄλλαι προτάσεις ἀόριστον ἔχουσαι τὸ ὑπο‐ κείμενον καὶ ὁμοίως τὰς καταφάσεις καὶ ἀποφάσεις ποιοῦσαι· πλὴν κεχω‐
10ρισμέναι εἰσὶν αὗται τῶν ἐχουσῶν ὡρισμένον τὸ ὑποκείμενον. ταῦτα ἔχει ἡ πρᾶξις.
12tΠρᾶξις β.〉
13tφ’ ὅσων δὲ τὸ ἔστι μὴ ἁρμόττῃ οἷον ἐπὶ τοῦ ὑγιαίνειν
14tκαὶ βαδίζειν, ἐπὶ τούτων τὸ αὐτὸ ποιεῖ οὕτως τιθέμενον ὡς ἂν
15tεἰ τὸ ἔστι προσήπτετο, καὶ τὰ ἑξῆς.
16 Τοῦτο τὸ θεώρημα, ὃ νῦν Ἀριστοτέλης παραδίδωσιν, τινὲς τῶν ἐξη‐ γητῶν ὑπέλαβον αὐτὸν λέγειν, ὅτι ὥσπερ ἐγένετο ἀκολουθία καὶ τάξις τῶν προτάσεων, αἷς ἦν τὸ ἔστι τρίτον προσκατηγορούμενον, οὕτως ἐστὶ καὶ ἡ ἀκολουθία καὶ ἡ τάξις καὶ ἐν ταῖς προτάσεσιν, ἐν αἷς ἀντὶ τοῦ ἔστιν ἕτερον
20ῥῆμα λαμβάνομεν, οἷον ‘ἄνθρωπος δίκαιος βαδίζει‘. ὅτι δὲ τοῦτο οὐκ ἔστιν ἀληθὲς δῆλον· οὐ γάρ ἐστιν ἐνταῦθα ἡ πρότασις ἐκ τρίτου προσκατηγορου‐ μένου, ἀλλὰ συνθετός ἐστιν ὁ ὑποκείμενος. ἀδύνατον γάρ ἐστιν ἕτερόν τι ῥῆμα τρίτον προσκατηγορεῖσθαι ὡσαύτως· καὶ ἐνταῦθα δὲ προσδιωρίσατο καὶ ἐν τοῖς Ἀναλυτικοῖς εἶπεν, ὡς ἔχομεν σὺν θεῷ μαθεῖν. ἄλλοι δὲ λέγουσιν
25ὅτι τὸ ζητούμενον ἐν τούτοις ἐστὶν ὡς ἐν ταῖς προτάσεσιν ἐν αἷς δυνάμει θεωρεῖται τὸ ἔστιν, ὡς ἐν τῷ ‘Σωκράτης βαδίζει‘ (ἐνταῦθα γὰρ δυνάμει πρόσκειται τὸ ἔστιν· ἀναλυόμενον γὰρ τὸ ῥῆμα εἰς τὴν οἰκεῖαν μετοχὴν μετὰ τοῦ ἔστι ῥήματος ἀναλύεται, ὡς τὸ ‘Σωκράτης βαδίζει‘ ἀντὶ τοῦ ‘Σω‐ κράτης βαδίζων ἐστίν‘), ὅταν οὖν οὕτως γένηται ‘Σωκράτης βαδίζων ἐστί‘,
30‘Σωκράτης οὐ βαδίζων ἐστίν‘, ἆρα κατάφασίς ἐστι ἢ ἀπόφασις· καὶ λέγει ὅτι ἀπόφασις. τοῦτο δὲ ἐνταῦθα ζητήσεως οὐκ ἔστιν ἄξιον. τίς γὰρ ἀπο‐ κλήρωσις τὴν μὲν ‘ἄνθρωπος οὐ δίκαιός ἐστι‘ κατάφασιν εἶναι, τὴν δὲ ‘ἄν‐
θρωπος οὐ βαδίζων ἐστί‘ μὴ εἶναι κατάφασιν; ἡμεῖς δὲ λέγομεν, ἐπειδὴ45
in Int
.

46

ἐμνημόνευσεν προσεχῶς καὶ παράδειγμά τι τέθεικεν τῶν προτάσεων τῶν ἐχουσῶν τὸν ὑποκείμενον ἀόριστον ἔκ τε τοῦ κατηγορουμένου καὶ τοῦ ὑπο‐ κειμένου μόνων συγκειμένων, οἷον ‘〈ἔστιν〉 οὐκ ἄνθρωπος, ἔστι πᾶς οὐκ ἄν‐ θρωποσ‘, καὶ πάλιν ἐκ τοῦ κατηγορουμένου καὶ ὑποκειμένου καὶ τρίτου
5προσκατηγορουμένου ‘οὐκ ἄνθρωπος δίκαιός ἐστι, πᾶς οὐκ ἄνθρωπος δίκαιός ἐστι‘, φοβηθεὶς μήπως ὑποπτεύσῃ τις *** καὶ ταὐτὸν ἡγησάμενος τὸν πᾶς προσδιορισμὸν τῷ ἄνθρωπος ὀνόματι, καὶ ποιήσῃ τὴν ἀπόφασιν τῆς ‘πᾶς οὐκ ἄνθρωπος δίκαιός ἐστιν‘ καταφάσεως ‘οὐ πᾶς ἄνθρωπος δίκαιός ἐστι‘ καὶ μηκέτι φυλάξῃ τὴν οὔ ἄρνησιν ἐν τῷ ὑποκειμένῳ, λέγει νῦν ὅτι
10οὐ δεῖ οὕτως ποιῆσαι τὴν ἀπόφασιν, ἀλλὰ δεῖ φυλάξαι τὸ ἀρνητικὸν μόριον ἐν τῷ ὑποκειμένῳ, ὡς ἦν ἐν τῇ καταφάσει, καὶ ποιῆσαι τὴν ἀπόφασιν ‘οὐ πᾶς οὐκ ἄνθρωπος δίκαιός ἐστι‘ ἢ ‘πᾶς οὐκ ἄνθρωπος δίκαιος οὐκ ἔστιν‘. ὁ γὰρ πᾶς, ὅπερ ἀνωτέρω εἴρηται, οὐ σημαίνει τινὰ καθολικὴν φύσιν, ὥσπερ τὸ ζῷον λογικὸν θνητὸν τὸν ἄνθρωπον, ἀλλὰ τοῦτο σημαίνει
15ὅτι καθόλου ὄντος τοῦ ὑποκειμένου τὸ κατηγορούμενον πᾶσι τοῖς ὑπὸ τὸ ὑποκείμενον ὑπάρχει. καὶ δῆλα τὰ παραδείγματα τέθεικεν. Εἶτα ἐπειδὴ ἐν τῷ προειρημένῳ παραδείγματι οὐκ ἐμπεριείχετο ἡ κα‐ θόλου ἀπόφασις ἡ λέγουσα ‘οὐδεὶς ἄνθρωπος δίκαιός ἐστι‘, ζητεῖται ποία πρότασις ταύτῃ ἕπεται. καὶ ἀποφαίνεται ὅτι ἡ καθόλου τε καὶ ἐκ μετα‐
20θέσεως οὖσα κατάφασις. οἷον ἁπλῆ ἀπόφασις ‘οὐδεὶς ἄνθρωπος πτερωτός ἐστι‘· ταύτῃ ἕπεται ‘πᾶς ἄνθρωπος οὐ πτερωτός ἐστιν‘. ἀκολουθεῖ δὲ καὶ ἡ μερικὴ κατάφασις τῇ μερικῇ ἀποφάσει ποτέ. ‘τὶς ἄνθρωπος δίκαιός ἐστι‘ μερικὴ κατάφασις, ‘οὐ πᾶς ἄνθρωπος δίκαιός ἐστι‘ μερικὴ ἀπόφασις. οὕτως μὲν Ἀριστοτέλης ἐπὶ τῶν παραδειγμάτων ἀπέδειξεν ποία πρότασις ποίᾳ
25προτάσει ἕπεται. ὁ δὲ Πρόκλος καθόλου μέθοδόν τινα τῆς τούτων εὑρέσεως παραδίδωσιν. ἡ δὲ μέθοδός ἐστι τοιαύτη· ἐὰν προταθῇ τις πρότασις, φύλαξον τὸν αὐτὸν ὑποκείμενον καὶ τὸ αὐτὸ ποσόν, ἄλλαξον δὲ τὸ [αὐτὸ] ποιὸν καὶ τὸν κατηγορούμενον. καὶ τὸ μὲν ποιὸν οὕτως· ἐὰν ἡ προταθεῖσα πρότασις καταφατική ἐστι ποίησον αὐτὴν ἀποφατικήν, καὶ ἔμπαλιν ἐὰν
30ἀποφατική ἐστι, ποίησον αὐτὴν καταφατικήν. τὸν δὲ κατηγορούμενον ἀμεί‐ βεις οὕτως, ἐὰν ὡρισμένον ἐστί, ποιῶν αὐτὸν ἀόριστον, καὶ τὸ ἀνάπαλιν ἐὰν ἀόριστον, ὡρισμένον. ὅταν οὖν τὸ μὲν ποσὸν τὸ αὐτὸ φυλάξῃς, οἷον
εἰ μὲν μερική, μερικὴν ποιῶν, καὶ εἰ καθόλου, καθόλου, καὶ τὸν ὑποκεί‐46
in Int
.

47

μενον τὸν αὐτόν, ἀμείψῃς δὲ τὸ ποιὸν καὶ τὸν κατηγορούμενον, πάντως εὑρήσεις τὴν ἀκολουθοῦσαν πρότασιν. οἷον προκείσθω καθόλου πρότασις ‘πᾶς ἄνθρωπος ζῷόν ἐστι‘· φύλαξον τὸν ὑποκείμενον, τοῦτ’ ἔστι τὸν ἄν‐ θρωπον, φύλαξον καὶ τὸ ποσόν, ἄμειψον δὲ τὸ ποτόν, ἔτι δὲ καὶ τὸν κατη‐
5γορούμενον, καὶ ποίησον ‘οὐδεὶς ἄνθρωπος οὐ ζῷόν ἔστιν‘· ὅπερ ταὐτὸν φθέγγεται τῇ προταθείσῃ προτάσει. ὡσαύτως ἕξει καὶ ἐπὶ τῶν ἄλλων τῶν προσδιωρισμένων προτάσεων, καὶ ταῖς καταφάσεσιν αἱ ἀποφάσεις ἕπονται κατὰ τὴν μέθοδον ταύτην καὶ ταῖς ἀποφάσεσιν αἱ καταφάσεις. ἐπὶ δὲ τῶν ἀπροσδιορίστων ταῖς μὲν καταφάσεσιν ἕπονται αἱ ἀποφάσεις, οὐκέτι δὲ ἀν‐
10τιστρόφως ταῖς ἀποφάσεσιν αἱ καταφάσεις· ἐδείχθη γὰρ ὅτι ἡ ἐκ μετα‐ θέσεως κατάφασις μερικωτέρα ἐστὶ τῆς ἁπλῆς ἀποφάσεως, καὶ εἰκότως οὐχ ἕπεται· τὸ γὰρ μερικὸν τῷ καθολικωτέρῳ ἕπεσθαι οὐκ ἐγχωρεῖ. ταῦτα ἔχει ἡ θεωρία. Φανερὸν δὲ ὅτι ἐπὶ μὲν τῶν καθ’ ἕκαστον, εἰ ἀληθὲς
15ἐρωτηθέντα ἀποφῆσαι, ὅτι καὶ καταφῆσαι ἀληθές· οἷον ἆρα Σω‐ κράτης σοφός; ο. Σωκράτης ἄρα οὐ σοφός ἐστι. πληρώσας τὸν περὶ τῆς ἀκολουθίας τῶν προτάσεων λόγον ἐντεῦθεν ἕτερά τινα τοῖς εἰρη‐ μένοις ἀκόλουθα θεωρήματα παραδίδωσιν. ἀλλὰ πρῶτον τὴν ἀναφανεῖσαν ἡμῖν ἀπορίαν εἰς τὸ διάγραμμα τὸ περὶ τῆς ἀκολουθίας τῶν προτάσεων
20διεξέλθωμεν· μετὰ δὲ ταῦτα τὰ τούτοις ἀκόλουθα μαθησόμεθα. ἐρρέθη γὰρ τοίνυν ἐν τῷ διαγράμματι ὅτι ἡ ἐκ μεταθέσεως κατάφασις ἀπροσδιό‐ ριστος μερικωτέρα τῆς ἁπλῆς ἀποφάσεως οὖσα τυγχάνει. ἦν δὲ αὕτη ἡ λέγουσα ‘ἄνθρωπος οὐ δίκαιός ἐστι‘, καὶ εἶπον ὅτι τῆς λεγούσης ‘ἄνθρωπος δίκαιος οὐκ ἔστιν‘ ἁπλῆς ἀποφάσεως μερικωτέρα ἐστίν. κατεσκεύασαν δὲ
25τοῦτον τὸν τρόπον· ἐλάμβανον τὸν κατηγορούμενον σύνθετον καὶ ἐδείκνυον ὅτι ἐφ’ ὅσων μὲν αὕτη ἀληθής ἐστιν, ἐκείνη οὐκ ἔστιν ἀληθής, ἤγουν ἡ ἁπλῆ ἀπόφασις· ὥστε ἐκ τούτων συνάγεσθαι ὅτι ἡ ἁπλῆ ἀπόφασις κα‐ θολικωτέρα ἐστὶ τῆς ἐκ μεταθέσεως καταφάσεως. οἷον ἔστω ἐκ μεταθέσεως κατάφασις ἡ λέγουσα ‘τὸ παιδίον ἄνθρωπός ἐστιν οὐ δίκαιοσ‘· ἀληθής ἐστι
30καὶ ἁρμόζει· ἔστω καὶ ἀπόφασις ἡ λέγουσα ‘τὸ παιδίον ἄνθρωπος δίκαιος οὐκ ἔστιν‘· ψευδής 〈ἐστι〉. ὥσθ’ αὕτη μὲν καθολικωτέρα ἐστίν, ἐκείνη δὲ ἡ ἐκ μεταθέσεως καταφατικὴ μερικωτέρα. καὶ οὕτως μέντοι δῆθεν ἀπέδειξαν. ἡμεῖς δὲ λέγομεν μηδὲν διαφέρειν κατὰ τὸ σημαινόμενον τὴν ἁπλῆν ἀπό‐ φασιν τῆς ἐκ μεταθέσεως καταφάσεως, εἴτε ἁπλοῦς ἐστιν ὁ κατηγορούμενος
35εἴτε σύνθετος. εἰ γὰρ δείξωμεν ὅτι ἐφ’ ὅσων ἀληθεύει ἡ μία τούτων, πάντως καὶ ἡ λοιπὴ συναληθεύει, καὶ ἐφ’ ὅσων ψεύδεται, πάντως καὶ ἡ λοιπὴ συμψεύδεται, δῆλον ὅτι οὐδὲν διαφέρουσιν ἀλλήλων. ὥσπερ γὰρ εἰ δείξωμεν ὅτι ἐφ’ ὅσων κατηγορεῖται ὁ ἄνθρωπος, ἐπὶ τοσούτων καὶ τὸ γελαστικόν, καὶ διὰ τοῦτο ἐξισάζουσιν καὶ ἀντιστρέφουσι πρὸς ἄλληλα καὶ
40μηδεμία τούτων ἐστὶ διαφορά, οὕτως καὶ ἐπὶ τῶν προκειμένων. ἀλλὰ47
in Int
.

48

πρῶτον τοῦτο διορισόμεθα, ὅτι ὁ κατηγορούμενος ἐν ταῖς προτάσεσιν ἢ ἁπλοῦς ἐστιν ἢ σύνθετος· καὶ δῆλα τὰ παραδείγματα. ὑποκείσθω οὖν νῦν ἁπλοῦς ὁ κατηγορούμενος ἐν ἀμφοτέραις ταῖς προτάσεσιν, καὶ σκοπήσωμεν ἐπὶ πάσης ὕλης καὶ ἐπὶ παντὸς χρόνου τὰς προτάσεις. ἔστω ‘τὸ παιδίον
5οὐ δίκαιόν ἐστιν‘ ἐκ μεταθέσεως κατάφασις ἐπὶ τῆς ἐνδεχομένης ὕλης καὶ ἐπὶ τοῦ ἐνεστῶτος χρόνου· πάλιν 〈‘τὸ παιδίον οὐ πτερωτόν ἐστιν‘ ἐπὶ τῆς ἀδυνάτου ὕλης καὶ ἐπὶ τοῦ ἐνεστῶτος χρόνου〉. ἀμφότεραι αὗται ἀληθεῖς καθεστήκασιν· ‘τὸ παιδίον οὐκ ἀναπνέον ἐστίν‘, ἐκ μεταθέσεως κατάφασις ἐπὶ τῆς ἀναγκαίας ὕλης καὶ τοῦ ἐνεστῶτος χρόνου, ψευδὴς οὖσα. εἰπὲ οὖν
10καὶ τὰς ἁπλᾶς ἀποφάσεις τῆς μὲν πρώτης ‘τὸ παιδίον δίκαιον οὐκ ἔστι‘, ‘τὸ παιδίον πτερωτὸν οὐκ ἔστι‘ τῆς δευτέρας· καὶ αὗται αἱ ἀποφάσεις ἀληθεῖς. ἡ τρίτη ‘τὸ παιδίον οὐκ ἔστιν ἀναπνέον‘ ψεύδεται. ὁρᾷς οὖν πῶς ἐδείξαμεν ὅτι ἐφ’ ὧν ἠλήθευσεν ἡ ἐκ μεταθέσεως κατάφασις, ἠλήθευσεν καὶ ἡ ἀπό‐ φασις ἡ ἁπλῆ, ἐφ’ ὧν δὲ ἐκείνη ψευδὴς ἐδείχθη, καὶ αὕτη. ἐπεὶ οὖν
15εἴπομεν τὰς προτάσεις τὰς ἐχούσας ἁπλοῦν τὸν κατηγορούμενον, εἴπωμεν καὶ τὰς σύνθετον ἐχούσας τὸν κατηγορούμενον. ἀλλ’ ἐνταῦθα γενόμενοι τοῦ λόγου πρῶτον προσδιορισόμεθα ὅτι τὸ οὔ ἀρνητικὸν μόριον ὅλον τὸν κατηγορούμενον ἀναιρεῖ. καὶ τοῦτο εἰκότως· εἰ γάρ τις εἴποι ὅτι τὸ μὲν δίκαιον φέρε εἰπεῖν ἀναιρεῖ ἐκ τοῦ Σωκράτους ἐν τῷ λέγειν ‘Σωκράτης ἄν‐
20θρωπος δίκαιος οὐκ ἔστι‘, τὸ δὲ ἄνθρωπος οὐκ ἀναιρεῖ, ἔστι πῇ μὲν κατά‐ φασις πῇ δὲ ἀπόφασις τοῦ αὐτοῦ (ἑκατέρους γὰρ 〈ἂν〉 ἀνεῖλεν, ἐκ μέρους δὲ οὐκ ἀνεῖλεν), ὥστε ἐξ ἀνάγκης ἔσονται ἄλλαι δύο ἀποφάσεις τῆς αὐτῆς καταφάσεως. εἰ γὰρ μόνον τὸ δίκαιον ἀνεῖλεν, μεμένηκεν δὲ ὁ ἄνθρωπος, δεῖται καὶ ἑτέρας ἀποφάσεως εἰς τὸ ἀνελεῖν τὸν ἄνθρωπον· καὶ ἔσονται
25ἤτοι δύο ἀποφάσεις μιᾶς καταφάσεως, ὅπερ ἀδύνατον (εἴπομεν γὰρ ὅτι μία μιᾷ ἀντίκειται ἀντιφατικῶς μαχομένη), ἢ καὶ 〈ἡ〉 ἐξ ἀρχῆς κατάφασις οὐκ ἦν μία πρότασις ἀλλὰ δύο. ὡσαύτως δὲ καὶ ὅταν τῷ κατηγορουμένῳ συνθέτῳ ὄντι συνάπτεται, οἷον ‘Σωκράτης οὐκ ἄνθρωπος δίκαιός ἐστιν‘· οὐ γὰρ ἀναιρεῖ μόνον τὸν ἄνθρωπον, ἀλλ’ ὅλον τοῦτο ὅτι οὔτε ἄνθρωπός ἐστι
30οὔτε δίκαιος. ἔλθωμεν τοίνυν ἐπὶ τὸ προκείμενον, καὶ ἔστω σύνθετος ὁ κατηγορούμενος, ὡς εἴρηται. λέγω τοίνυν τὴν ἐκ μεταθέσεως κατάφασιν ὅτι τὸ παιδίον οὐκ ἄνθρωπος δίκαιός ἐστιν. ἆρά γε ψεύδομαι ἢ ἀληθεύω; καὶ αὕτη τοίνυν ψεύδεται καὶ ἡ ἐπὶ τῆς ἀδυνάτου ὕλης ἡ λέγουσα ‘τὸ παιδίον οὐκ ἄνθρωπος πτερωτός ἐστιν‘. εἰπὲ καὶ ἐπὶ τῆς ἀναγκαίας ὕλης,
35ὅταν καὶ ἀληθὴς γένηται, ‘τὸ παιδίον οὐ λίθος ἐστὶν ἄψυχοσ‘· ἐνταῦθα γὰρ ἀληθεύει, ἐπειδὴ οὔτε λίθος ἐστὶν οὔτε ἄψυχος. μετὰ οὖν τὰς ἐκ μετα‐ θέσεως καταφάσεις εἰπὲ καὶ τὰς ἁπλᾶς ἀποφάσεις ἐπὶ τῶν τριῶν ὑλῶν συνθέτου ὄντος τοῦ κατηγορουμένου· οἷον ‘τὸ παιδίον ἄνθρωπος δίκαιος οὐκ
ἔστι‘, ‘τὸ παιδίον ἄνθρωπος πτερωτὸς οὐκ ἔστιν‘, ‘τὸ παιδίον λίθος ἄψυχος48
in Int
.

49

οὐκ ἔστιν. εἰ τοίνυν εὑρεθῇ ὅτι ἐπὶ πάσης ὕλης καὶ ἐπὶ παντὸς χρόνου συναληθεύουσιν καὶ συμψεύδονται, δῆλον ὅτι οὐδὲν ἀλλήλων διαφέρουσιν. εἴπωμεν δὲ καὶ τὴν πλάνην τῶν εἰρηκότων 〈τὴν〉 ἐκ μεταθέσεως κατάφασιν μερικωτέραν εἶναι τῆς ἁπλῆς ἀποφάσεως. καὶ κατασκευάζομεν οὕτως· ἐλάμ‐
5βανον τὸν κατηγορούμενον σύνθετον καὶ διεμέριζον αὐτὸν οὕτως λέγοντες ὅτι δύναμαι εἰπεῖν ὅτι τὸ παιδίον ἄνθρωπος οὐ δίκαιός ἐστιν· ἐνταῦθα γὰρ ἀληθεύω, ἐπειδὴ τὸ παιδίον ἄνθρωπος μέν ἐστι, δίκαιος δὲ οὐκ ἔστιν. ἐν δὲ τῷ εἰπεῖν ὅτι τὸ παιδίον ἄνθρωπος δίκαιος οὐκ ἔστι ψεύδομαι· τὸ γὰρ οὔ ἐνταῦθα καὶ τὸν ἄνθρωπον ἀνεῖλεν καὶ τὸ δίκαιον ἐκ τοῦ παιδίου. ὡς
10αὕτη μὲν ψεύδεται, ἐκείνη δὲ ἀληθεύει. ὅτι δὲ τοῦτο λίαν ἀλόγως ἔχει ἤδη φθάσαντες ἀπεδώκαμεν· πῶς γὰρ ἐνδέχεται τὴν οὔ ἄρνησιν ὅλου τοῦ κατη‐ γορουμένου μέσην ἐμβληθῆναι καὶ τὸ μὲν αὐτοῦ ἀνελεῖν, τὸ δὲ μὴ ἀνελεῖν; Καὶ ἄλλως οἱ εἰρηκότες τὴν ἐκ μεταθέσεως κατάφασιν ἐπὶ τῶν ἀπροσ‐ διορίστων μερικωτέραν εἶναι τῆς ἁπλῆς ἀποφάσεως ἔφασαν τὴν μερικὴν
15ἐκ μεταθέσεως ἀπόφασιν ἐπὶ πλέον εἶναι τῆς καθόλου ἁπλῆς καταφάσεως. οἷον κεῖται ἐν τῷ δευτέρῳ διαγράμματι ‘πᾶς ἄνθρωπος δίκαιός ἐστιν‘ ἁπλῆ καθόλου κατάφασις· ἐπ’ εὐθείας δὲ ταύτῃ κεῖται ἡ ἀντιφατικῶς αὐτῇ μαχο‐ μένη ἡ λέγουσα ‘οὐ πᾶς ἄνθρωπος δίκαιός ἐστι‘ μερικὴ ἀπόφασις. πάλιν ὑπὸ τὴν ἁπλῆν καθόλου κατάφασιν κάτω τεθείκασιν ἐκ μεταθέσεως μερικὴν
20ἀπόφασιν τὴν λέγουσαν ‘οὐ πᾶς ἄνθρωπος 〈οὐ〉 δίκαιός ἐστιν‘· ἐπ’ εὐθείας δὲ κεῖται ταύτῃ 〈ἡ〉 ἀντιφατικῶς μαχομένη κατάφασις καθόλου ἐκ μετα‐ θέσεως οὖσα ἡ λέγουσα ‘πᾶς ἄνθρωπος οὐ δίκαιός ἐστι‘. καὶ εἶπον ὅτι ἡ μερικὴ ἀπόφασις ἐκ μεταθέσεως ἐπὶ πλέον ἐστὶ τῆς καθόλου ἁπλῆς καταφάσεως. πρὸς δὲ τούτοις τὸν κανόνα οὐ παρήγαγον τοῦ Πρόκλου, ὅτι
25εἰ βούλῃ προτάσεώς τινος προταθείσης τὴν ἀκολουθοῦσαν ταύτῃ εὑρεῖν, φύλαξον τὸ ὑποκείμενον καὶ τὸ ποσόν, ἄμειψον δὲ τὸν κατηγορούμενον καὶ τὸ ποιόν· καὶ πάντως ἐκείνη ἡ πρότασίς ἐστιν ἡ ἰσοδυναμοῦσα ταύτῃ καὶ συνακολουθοῦσα. ἔτι δὲ ὅτι ἐπὶ τῶν προσδιωρισμένων προτάσεων κατὰ τὸν προειρημένον κανόνα καὶ αἱ καταφάσεις ἀκολουθοῦσι ταῖς ἀπο‐
30φάσεσιν καὶ αἱ ἀποφάσεις ταῖς καταφάσεσιν, ἐπεὶ τοίνυν ἐνταῦθα κεῖται ‘πᾶς ἄνθρωπος δίκαιός ἐστι‘, ἕπεται δηλονότι ταύτῃ κατὰ τὸν κανόνα ‘οὐδεὶς ἄν‐ θρωπος οὐ δίκαιος ἐστι‘. ἐφύλαξα γὰρ καὶ τὸ ποσὸν καὶ τὸ ὑποκείμενον, ἤμειψα δὲ τὸν κατηγορούμενον καὶ τὸ ποιόν, ἐπειδὴ ἐκεῖ μὲν ὡρισμένος ἐστί, ἐνταῦθα δὲ ἀόριστος. ὥστε τῇ ἁπλῇ καθόλου καταφάσει ἕπεται ἡ
35ἐκ μεταθέσεως καθόλου ἀπόφασις. ἔλεγον δὲ καὶ τὴν μερικὴν ἐκ μετα‐ θέσεως ἀπόφασιν ἐπὶ πλέον εἶναι τῆς καθόλου ἁπλῆς καταφάσεως καὶ ἀκο‐ λουθεῖν αὐτῇ. εὑρεθήσεται τοίνυν καὶ ἡ καθόλου ἐκ μεταθέσεως ἀπόφασις καὶ ἡ μερικὴ τὴν αὐτὴν δύναμιν ἔχουσαι, εἰ ἄμφω τῇ καθόλου ἁπλῇ κατα‐
φάσει ἕπονται. καίτοι πῶς ἐνδέχεται τῇ μερικῇ 〈τὴν〉 καθόλου τὴν αὐτὴν49
in Int
.

50

δύναμιν ἔχειν; ὥστε ἀνάγκη ἢ τὸν κανόνα μὴ ἀληθῆ εἶναι ἢ μὴ εἶναι κα‐ θολικωτέρας τὰς εἰρημένας ἐκ μεταθέσεώς τε καὶ προσδιωρισμένας προτάσεις τῶν εἰρημένων ἁπλῶν προτάσεων. Ἀλλὰ ζητῆσαι ἄξιον, πῶς εἶπεν Ἀριστοτέλης ὅτι ‘ἡνίκα τὸ ἔστιν τρίτον
5προσκατηγορεῖται, ἤδη διχῶς λέγονται αἱ ἀντιθέσεις. δῆλον ὅτι δ μόρια· τούτων δὲ τῶν δ μορίων τὰ μὲν δύο οὕτως ἕξουσιν πρὸς τὴν κατάφασιν καὶ ἀπόφασιν κατὰ τὸ στοιχοῦν ἤτοι τὴν ἀκολουθίαν ὡς αἱ στερήσεις, τὰ δὲ δύο οὔ‘. λέγομεν οὖν ὅτι οὐδὲν ἀδύνατον συμβαίνει. οὐ γὰρ εἶπεν Ἀριστο‐ τέλης ὅτι οὕτως ἕξουσιν [οὔτε] κατὰ τὸ καθολικώτερόν τε καὶ μερικώτερον,
10οὔτε δεῖ οὕτως νοεῖν, ἀλλὰ μόνον τὴν ἀκολουθίαν σημαίνων εἶπεν αὐτό. ὥσπερ γὰρ ἡ στερητικὴ ἀπόφασις ἡ λέγουσα ‘ἄνθρωπος ἄδικος οὐκ ἔστιν‘ ἀκολουθεῖ τῇ καταφάσει τῇ λεγούσῃ ‘ἄνθρωπος δίκαιός ἐστιν‘ ἁπλῇ *** *** εἰς τὸ ἐν τοῖς Ἀναλυτικοῖς παραδιδόμενον εἶπεν ὅλην τὴν ἀντίφασιν δεῖν ἐρωτᾶν. ὁ δὲ Ἀλέξανδρος τοῖς ἐνταῦθα προσέχων εἶπεν
15θάτερον μόριον τῆς ἀντιφάσεως ἐρωτᾶν. καὶ σχεδὸν τὰ αὐτὰ λέγουσιν· πλὴν σαφεστέρα ἐστὶν ἡ τοῦ ἑνὸς μορίου τῆς ἀντιφάσεως ἐρώτησις· δύναται γὰρ πρὸς αὐτὸ ἀπαντῆσαι ὁ ἐρωτώμενος καὶ ἀποκρίνασθαι ἢ τὸ ναὶ ἢ τὸ οὔ. ἐὰν γὰρ εἴποι τις ὅλον τοῦτο ‘πότερον ἡ ψυχὴ ἀθάνατός ἐστιν ἢ θνητή‘, καὶ ἀποκρινόμενος ἐκεῖνος ἢ τὸ ναὶ ἢ τὸ οὔ, ἄδηλόν ἐστι πρὸς ποῖον
20μόριον τῆς ἀντιφάσεως τὴν ἀπόκρισιν ἐποιήσατο. ὥστε μᾶλλον ἐν τούτοις Ἰαμβλίχου προαιρετέον Ἀλέξανδρον. ἔλεγεν δὲ Ἰάμβλιχος ὅτι ὁ πυνθανόμενος, εἰ καὶ μίαν πρότασιν λέγει, ἀλλ’ οὖν δυνάμει ὅλην τὴν ἀντίφασιν ἐρωτᾷ [ὁ πυνθανόμενος]· ἐν γὰρ τῷ λέγειν ‘πότερον ἡ ψυχὴ ἀθάνατός ἐστιν [ἢ οὔ]‘ πάντως καὶ τὸ ἄλλο νοεῖται οἷον θνητή. ὥστε κἂν τὴν μίαν πρότασίν τις
25ἐρωτήσῃ κἂν ὅλην τὴν ἀντίφασιν, ταὐτόν ἐστι. καὶ καλῶς μὲν λέγει· πλὴν Ἀλεξάνδρῳ μᾶλλον δεῖ πείθεσθαι διὰ τὰς προειρημένας αἰτίας. ἐν οἷς ἡ πρᾶξις.
28tΠρᾶξις γ.
29tὍπως δὲ θετέον, λέγομεν νῦν. τῶν δὴ κατηγορουμένων
30tκαὶ ἐφ’ οἷς κατηγορεῖσθαι συμβαίνει, ὅσα μὲν λέγεται κατὰ
31tσυμβεβηκὸς ἢ κατὰ τοῦ αὐτοῦ ἢ θάτερον κατὰ θατέρου, ταῦτα
32tοὐκ ἔσται ἕν, καὶ τὰ λοιπά.
33Εἴπομεν κατὰ τὴν προτεραίαν ὅτι διπλοῦν θεώρημα παραδίδωσιν ὁ
φιλόσοφος μέχρι τοῦ τέλους, ἐν ᾧ ζητεῖ, ἆρα δύναται τὰ ἰδίως λεγόμενα50
in Int
.

51

καὶ ἅμα λέγεσθαι ἀεί, ἢ ποτὲ μὲν ἐνδέχεται ποτὲ δὲ οὔ· καὶ εἰ τὰ κοινῶς λεγόμενα δύναται ἀεὶ καὶ ἰδίᾳ λέγεσθαι, ἢ ποτὲ μὲν ναὶ ποτὲ δὲ οὔ. καὶ ἤδη μὲν ἔναγχος εἶπεν ὅτι τὰ ἰδίως λεγόμενα δύνανταί ποτε καὶ ἅμα λέ‐ γεσθαι, οὐκ ἀεὶ δέ, ἵνα μὴ εὑρεθῶμεν καὶ ψευδόμενοι καὶ ἀδολεσχοῦντες
5καὶ παρέλκοντά τινα καὶ μάταια λέγοντες. ποῖα δὲ ταῦτα ὑπάρχει, ἤδη μεμαθήκαμεν. νῦν οὖν τοὺς κανόνας παραδίδωσιν, πότε μὲν δυνατὸν τὰ ἰδίως κατηγορούμενα *** μὴ ὦσιν ἀμφότερα συμβεβηκότα, ἢ τὸ μὲν συμβεβηκὸς τὸ δὲ οὐσία, ἢ τὸ μὲν καθολικώτερον τὸ δὲ μερικώτερον. εἰ δὲ συμβῇ ποτε τὸ μὲν καθολικώτερον τὸ δὲ μερικώτερον, οὐ δεῖ τὸ
10μερικὸν τοῦ καθολικωτέρου προτάττεσθαι, κἂν ἄμφω συνωνύμως κατηγο‐ ροῦνται τοῦ αὐτοῦ. εἴπωμεν τούτων πάντων, εἰ δοκεῖ, τὰ παραδείγματα· ἀμφότερα συμβεβηκότα οἷον ‘τὸ λευκὸν βαδίζον ἐστί‘, ‘τὸ λευκὸν μουσικόν ἐστιν‘. εἰ γὰρ καὶ εὑρεθήσεταί ποτε ἀληθὴς ἡ πρότασις ἡ λέγουσα ‘τὸ λευκὸν βαδίζον ἐστίν‘, ἀλλ’ ἐπεὶ ἄλλος λόγος τοῦ λευκοῦ καὶ ἄλλος τοῦ
15βαδίζοντος καὶ τοῦ μουσικοῦ, οὐκ ἔστι μία πρότασις. πάλιν ἔστω τὸ μὲν ἐξ αὐτῶν οὐσία, τὸ δὲ συμβεβηκός· ἐπειδὴ ἕτερος λόγος ἐστὶν οὐσίας τε καὶ συμβεβηκότος. οἷον ἐν τῷ λέγειν ‘ἄνθρωπος βαδίζει‘ ἄλλος λόγος ἐστὶ τοῦ ἀνθρώπου καὶ ἄλλος λόγος τοῦ βαδίζοντος, διὰ τοῦτο οὐ μία πρότασις· ἐνδέχεται γὰρ τὸ βαδίζειν χωρισθῆναι τοῦ ἀνθρώπου. καὶ τρίτον πρὸς
20τούτοις, ὅταν ἀμφότερα μὲν συνωνύμως κατηγοροῦνται, οἷον τὸ δίπουν 〈καὶ〉 τὸ ζῷον κατὰ τοῦ ἀνθρώπου, 〈καὶ〉 προτάττεται τὸ καθόλου τοῦ μερικοῦ, τοῦτ’ ἔστι τὸ ζῷον τοῦ δίποδος, δυνατόν ἐστι μίαν ποιῆσαι πρότασιν ἐκ τῶν δύο προτάσεων τῶν λεγουσῶν ‘ἄνθρωπος δίπους ἐστίν‘, ‘ἄνθρωπος ζῷόν ἐστι‘, τὴν λέγουσαν ‘ἄνθρωπος ζῷον δίπουν ἐστίν‘· ὅταν δὲ τὸ ἀνάπαλιν
25ποιήσωμεν καὶ τὸ μερικώτερον προτάξωμεν, ἀδύνατον. ἐν γὰρ τῷ ἀνθρώπῳ μὲν ἐμπεριέχεται τὸ δίπουν, ἐν δὲ τῷ ‘δίπουν‘ τὸ ζῷον· καὶ ἐν τῷ λογικῷ δὲ πάλιν ἐμπεριέχεται τὸ ζῷον, καὶ ἄλλα δὲ τοιαῦτα εὑρίσκομεν. ταῦτα μὲν οὖν περὶ τῆς πρώτης πλοκῆς. Τὸ δὲ ἀντίστροφον αὐτῇ τοῦτό ἐστι, πότε δυνατὸν τὰ ἅμα λεγόμενα
30καὶ ἰδία λέγεσθαι· οὐ γὰρ ἀεὶ τοῦτο δυνατόν· οἷον ὅλον τοῦτο δύναμαι εἰπεῖν ‘ἡ νυκτερὶς ὄρνις καὶ οὐκ ὄρνις ἐστίν‘, ‘ὁ εὐνοῦχος ἀνήρ ἐστι καὶ οὐκ ἀνήρ‘· χωρίσαι δὲ ταῦτα καὶ εἰπεῖν ὅτι ἡ νυκτερὶς ὄρνις ἐστίν, ὁ εὐνοῦχος ἀνήρ ἐστιν οὐ δύναμαι, ἐπειδὴ πᾶσα ὄρνις σχιζόπτερός ἐστι. καὶ ἐπὶ τοῦ αὐτοῦ δὲ τὸ αὐτὸ συμβέβηκεν καὶ ἐπὶ τῶν ἄλλων πολλῶν. ὅθεν καὶ κα‐
35νόνα τινὰ καὶ ἐπὶ ταύτης τῆς πλοκῆς παραδίδωσιν, πότε δυνατόν ἐστι τὰ ἅμα λεγόμενα καὶ ἰδίᾳ λέγεσθαι. φησὶν οὖν, ὁπηνίκα ἡ λέξις προφανῶς τῇ λέξει [οὐ] μάχεται, ὥσπερ ἔχει ἐπὶ τῆς ὄρνιθος καὶ οὐκ ὄρνιθος (ἐν‐
ταῦθα γὰρ φανερῶς ἡ λέξις τῇ λέξει μάχεται ἀντιφατικῶς), ἢ ὅταν ἡ λέξις51
in Int
.

52

τῇ λέξει ἀντιφατικῶς οὐ δοκεῖ μάχεσθαι, ἐν δὲ τοῖς λόγοις ἤγουν τοῖς ὁρισμοῖς τῶν λέξεων ἀντίφασις εὑρίσκεται, τότε οὐ δυνατὸν τὰ ἅμα λεγό‐ μενα καὶ ἰδίᾳ λέγεσθαι. οἷον ἐπὶ τοῦ νεκροῦ δύναμαι ὅλον τοῦτο εἰπεῖν ‘ὁ τεθνεὼς νεκρὸς ἄνθρωπός ἐστιν‘, οὐ δύναμαι δὲ χωρὶς εἰπεῖν ὅτι ὁ τε‐
5θνεὼς ἄνθρωπός ἐστιν· ἐνταῦθα γὰρ ἡ μὲν λέξις τῇ λέξει οὐ μάχεται κατὰ ἀντίφασιν (ποίαν γὰρ μάχην ἔχει τὸ νεκρὸς καὶ τὸ ἄνθρωπος;) οἱ δὲ ὁρισ‐ μοὶ αὐτῶν μάχονται· ὁρισμὸς γάρ ἐστι τοῦ μὲν ἀνθρώπου φέρε εἰπεῖν τὸ ζῷον λογικόν, 〈ὁ δὲ νεκρὸς οὔτε ζῷον οὔτε λογικὸν〉 ἀλλὰ μᾶλλον ἄζωον ἄλογον καὶ ὅσα ἄλλα τοιαῦτα. τούτοις δὲ προστίθησιν καὶ ἕτερον τρόπον·
10καὶ ὅταν οὔτε ἡ λέξις τῇ λέξει δοκεῖ μάχεσθαι οὔτε ὁ ὁρισμὸς τῆς λέξεως, ἀλλ’ ὅταν ἐν τῇ συνθέτῳ προτάσει εὑρεθήσεται τὸ τρίτον προσκατηγορού‐ μενον ἤτοι τὸ ὑπαρκτικὸν ῥῆμα κατὰ συμβεβηκὸς κατηγορεῖσθαι τοῦ ὑπο‐ κειμένου, τότε οὐ δυνατόν ἐστι χωρίσαι καὶ ποιῆσαι μίαν κατηγορίαν. οἷον † ὑποκείσθωσαν τοῦ μὲν τοὺς τρόπους φαύλους κατὰ δὲ τὴν τέχνην ἀκρι‐
15βής, τὸ ἀνάπαλιν τοῦ ἐν τῇ προτεραίᾳ τάξει ἔχων. δύναμαι οὖν εἰπεῖν ‘Σίμων σκυτεὺς ἀγαθός ἐστιν‘ ὅλον τοῦτο, 〈ἢ〉 ‘Σίμων ἀγαθὸς σκυτεύς ἐστιν‘, οὐκέτι δὲ ‘Σίμων ἀγαθός ἐστιν‘. ἐν δὲ τῇ πρώτῃ κατηγορίᾳ τὸ ἔστι κατὰ συμβεβηκὸς κατηγορεῖται τοῦ Σίμωνος, οὐκέτι καθ’ αὑτό. πάλιν ἐν τῷ ‘Ὅμηρος ποιητής ἐστι‘ κατὰ συμβεβηκὸς κατηγορεῖται τοῦ Ὁμήρου· οὐκέτι
20οὖν δύναμαι εἰπεῖν ‘Ὅμηρος ἔστι.‘ τὸ γὰρ ἔστιν ὑπαρκτικὸν ῥῆμα ὅταν καθ’ ἑαυτὸ κατηγορῆται καὶ οὐκέτι ὡς τρίτον προσκατηγορούμενον, τὴν ἤδη ὕπαρξιν σημαίνει τοῦ πράγματος. ἕτερον πάνυ σαφέστατον παράδειγμα ἔχομεν εἰπεῖν, ὅπερ καὶ αὐτὸς τέθεικεν, ‘τὸ μὴ ὂν δοξαστόν ἐστι.‘ τοῦτο ὅλον δύναμαι εἰπεῖν, ἐπειδὴ τὸ ἔστι τοῦ μὴ ὄντος κατὰ συμβεβηκὸς κατη‐
25γορεῖται. οὐκέτι δὲ δυνατὸν εἰπεῖν ὅτι τὸ μὴ ὂν ἔστι· δόξαν γὰρ ἔχομεν περὶ τοῦ μὴ ὄντος οὐχ ὅτι ἔστιν ἀλλ’ ὅτι οὐκ ἔστιν. ταῦτα εἰπὼν πέρας τίθησι τῷ παρόντι τρίτῳ τμήματι. Τὸ δὲ μὴ ὂν ὅτι δοξαστόν ἐστιν, οὐκ ἀληθὲς εἰπεῖν ὄν τι· δόξα γὰρ αὐτοῦ οὐκ ἔστιν ὅτι ἔστιν ἀλλ’ ὅτι οὐκ ἔστιν. ἰστέον
30ὅτι ὑπόθεσίς ἐστι τοῦ Πλάτωνος ὅτι τὸ πᾶν τοῦτο σύγκειται ἐκ τῶν ὄντων καὶ ἐκ τῶν μὴ ὄντων· ἔλεγεν δὲ τὸ μὴ ὄν, τοῦτ’ ἔστι τὴν ὕλην, μηδὲν εἶναι τῶν ἐνεργείᾳ ὄντων. Ἀριστοτέλης οὖν φησιν ὅτι τὸ μὴ ὂν δοξαστόν ἐστιν, οὐχ ὅτι ἔστιν, ἀλλ’ ὅτι δόξαν ἔχομεν περὶ αὐτοῦ ὅτι οὐκ ἔστι.
ταῦτα ἔχει ἡ πρᾶξις.52
in Int
.

53

(1t)

Ἀρχὴ τοῦ δ τμήματος. 〈Πρᾶξις α.〉
2tΤούτων δὲ διωρισμένων σκεπτέον ὅπως ἔχουσιν αἱ
3tἀποφάσεις 〈καὶ καταφάσεισ〉 πρὸς ἀλλήλας, καὶ τὰ ἑξῆς.
4Ἐν τούτῳ τῷ δ τμήματι σκοπὸν ἔχει ὁ φιλόσοφος περὶ τῶν μετὰ
5τρόπου προτάσεων διαλαβεῖν, τὰ δύο ταῦτα θεωρήματα ζητῶν, πρῶτον μὲν πῶς ἀπὸ τῶν καταφάσεων γίνονται αἱ ἀποφάσεις, δεύτερον δὲ τίς ἡ ἀκολουθία τῶν τοιούτων προτάσεων. ἡμεῖς δὲ πρὸ τῆς κατὰ τὴν λέξιν ἐξηγήσεως ζητήσωμεν πρῶτον μὲν τί ἐστι τρόπος καὶ πόσοι τρόποι, καὶ τί διαφέρει τῆς ὕλης ὁ καλούμενος τρόπος· δεύτερον δὲ τίς ὁ ἀριθμὸς τῶν
10τοιούτων προτάσεων. ἀρξώμεθα τοῦ τρόπου. τρόπος τοίνυν ἐστὶ πρόσρημα ἤγουν φωνὴ σημαῖνον τὸ πῶς ὑπάρχει τὸ κατηγορούμενον τῷ ὑποκειμένῳ. καὶ ὁ μὲν προσδιορισμὸς τὸ ποσὸν ἐσήμανεν (ἐρρέθη γὰρ ὅτι προσδιορισμός ἐστι πρόσρημα σημαῖνον ἐπὶ πόσον ὑπάρχει τὸ κατηγορούμενον τῷ ὑποκει‐ μένῳ), ὁ δὲ τρόπος τὸ ποιὸν ἀφορίζεται. εἰσὶ δὲ τρόποι ἀριθμῷ μὲν σχεδὸν
15ἀπερίληπτοι καὶ ἀκατάληπτοι, ἀνακεφαλαιούμενοι δὲ εἰς τοὺς δ τρόπους τούτους ἀνάγονται, ἀναγκαῖον δέ φημι καὶ ἀδύνατον, ἐνδεχόμενον, δυνατόν. πᾶν γὰρ ὅπερ ἂν εἴπῃ τις πάντως ἢ ἀναγκαῖον τρόπον σημαίνει, ὡς ὅτι ὁ ἥλιος ἀεὶ κινεῖται (ἐνταῦθα γὰρ τὸ ἀεὶ εἰ καὶ μὴ κυρίως ἐστὶ τρόπος, ἀλλ’ οὖν τὸν ἀναγκαῖον ὑποκρίνεται τρόπον· ἀναγκαίως γὰρ ὁ ἥλιος κινεῖται),
20ἢ ἐνδεχόμενον τρόπον σημαίνει, ὡς τὸ ‘Σωκράτης καλῶς βαδίζει‘ (τὸ γὰρ καλῶς τοῦ ἐνδεχομένου τρόπου ἐστὶν αἴνιγμα), ἢ τὸν δυνατὸν τρόπον ση‐ μαίνει, ὡς τὸ ‘Σωκράτης πάνυ φιλεῖ‘ (τὸ πάνυ τὸ δυνατὸν σημαίνει ἐνταῦθα), ἢ τὸ ἀδύνατον, ὡς ἡνίκα εἴπωμεν ‘τὸν Σωκράτην ἀμήχανον πτερωτὸν εἶναι.‘ ὥστε οἱ δ εἰσὶν οὗτοι τρόποι, καὶ οὐκ ἔστιν ἄλλος, ὥς τινες τῶν ἐξηγητῶν
25Ἀριστοτέλους ἐφαντάσθησαν ἐν τῷ λέγειν αὐτὸν ἐν τοῖς Ἀναλυτικοῖς ὅτι πᾶσα πρότασις ἢ τοῦ ὑπάρχειν ἐστὶν ἢ τοῦ ἐξ ἀνάγκης ὑπάρχειν ἢ τοῦ ἐνδέχεσθαι ὑπάρχειν. ἐνόμισαν γὰρ ἐκεῖ καὶ τὸν ὑπάρχοντα τρόπον *** ὅτι δὲ ἀδύνατον τὸν ὑπάρχοντα τρόπον εἶναι δῆλον καὶ ἐξ αὐτοῦ καθέστηκεν Ἀριστοτέλους καὶ ἐκ τῆς ἀληθείας· ἐξ αὐτοῦ μὲν τοῦ Ἀριστοτέλους, διότι
30οὐδαμοῦ ἐν τοῖς διαγράμμασιν τοῦ ὑπάρχοντος ἐμνημόνευσεν, ἀλλὰ μόνον τῶν δ τρόπων· ἐκ δὲ τῆς ἀληθείας, ὅτι ἡ πρώτη διαφορὰ τῶν προτάσεών
ἐστι κατὰ τὸ εἶναι αὐτὰς ἢ μετὰ τρόπου ἢ ἄνευ τρόπου. τὴν μὲν οὖν53
in Int
.

54

ἄνευ τρόπου Ἀριστοτέλης ὑπάρχουσαν καλεῖ, ὡς ἐν τοῖς Ἀναλυτικοῖς λεχθή‐ σεται σὺν θεῷ, ἡνίκα διαλέξηται περὶ τῆς τῶν προτάσεων ἀντιστροφῆς. διαφέρει δὲ τρόπος ὕλης, ὅτι ἡ μὲν ὕλη συναναφαίνεται τῷ εἴδει τῶν προ‐ τάσεων, ὡς ἐρρέθη, ὁ δὲ τρόπος ἔξωθεν προστίθεται. οἷον ἐν τῷ λέγειν
5‘Σωκράτης ζῷόν ἐστι‘ συνανεφάνη ἡ ὕλη ὅτι ἀναγκαία ἐστί· εἰ δὲ εἴπω ὅτι Σωκράτης ἐξ ἀνάγκης ζῷόν ἐστι, προσετέθη ἔξωθεν τὸ ἐξ ἀνάγκης ἤγουν ὁ τρόπος. διὸ καὶ διαφωνοῦσι πολλάκις· εἰ μὲν γάρ ἐστιν ὕλη ἀναγ‐ καία, ὁ δὲ τρόπος οὐκ ἀναγκαῖος, ψευδὴς εὑρεθήσεται ἡ πρότασις. οἷον ‘ἄνθρωπος ζῷόν ἐστιν‘ ἡ ὕλη ἀναγκαία· εἰ δὲ συνάψω ἐνδεχόμενον τρόπον
10τῇ ἀναγκαίᾳ καὶ εἴπω ‘ἄνθρωπος ἐνδεχομένως ζῷόν ἐστι‘, ψευδῆ τὴν τοι‐ αύτην πρότασιν ποιῶ. τὸ γὰρ ἐνδεχόμενον ὅπερ οὐκ ἔστι σημαίνει, δυνατὸν δὲ γενέσθαι. ἐν οἷς τὸ α κεφάλαιον Δεύτερον ἦν κεφάλαιον τίς ἡ ἀπαρίθμησις τῶν τοιούτων προτάσεων. γίνονται τοίνυν καταφάσεις ἐκ τῶν τοιούτων προτάσεων ασϞϛ διὰ τοιαύτην
15αἰτίαν. ὁ τρόπος ἢ ἐν ταῖς προτάσεσιν εὑρίσκεται ταῖς συγκειμέναις ἐκ τοῦ ὑποκειμένου καὶ κατηγορουμένου μόνον ὡς τὸ ‘Σωκράτης ἐνδεχομένως βαδίζει, ἀναγκαίως ἀναπνεῖ‘ καὶ τὰ τοιαῦτα, ἢ ἐν ταῖς προτάσεσι ταῖς ἐκ τοῦ 〈ὑποκειμένου καὶ〉 κατηγορουμένου καὶ τρίτου προσκατηγορουμένου. καὶ ἡνίκα μὲν ἐν ταῖς προτάσεσιν εὑρεθῇ ταῖς ἐκ τοῦ ὑποκειμένου καὶ κατη‐
20γορουμένου μόνον συγκειμέναις, τετραχῶς ποικίλλονται αἱ καταφάσεις. ὑπο‐ κείσθω τοίνυν τοῦτο, ὅπερ αὐτὸς κατὰ λέξιν φησίν, ὅτι ἡνίκα ἡ οὔ ἄρνησις τῷ τρόπῳ μὴ συνάπτηται, κατάφασιν ποιεῖ. ἀνάγκη τοίνυν ἀμφοτέρους τοὺς ὅρους ἢ ὡρισμένους εἶναι ἢ ἀορίστους, ἢ τὸν μὲν ὡρισμένον τὸν δὲ ἀόριστον. καὶ τοῦτο διχῶς. ἢ γὰρ ὁ μὲν ὑποκείμενος ὡρισμένος ἐστὶν ὁ
25δὲ κατηγορούμενος ἀόριστος, ἢ ὁ μὲν κατηγορούμενος ὡρισμένος ὁ δὲ ὑπο‐ κείμενος ἀόριστος. ἡνίκα δὲ πάλιν ὁ τρόπος εὑρεθῇ ἐν ταῖς προτάσεσι ταῖς ἐκ τοῦ ὑποκειμένου καὶ κατηγορουμένου καὶ τρίτου προσκατηγορουμένου συγκειμέναις, ὀκταχῶς ποικίλλονται αἱ καταφάσεις. ἀνάγκη γὰρ τοὺς τρεῖς ὅρους τόν τε κατηγορούμενον καὶ τὸν ὑποκείμενον καὶ τὸν τρίτον προσ‐
30κατηγορούμενον (ὑποκείσθω γὰρ νῦν καὶ ὁ τρίτος προσκατηγορούμενος ὅρος) ἢ ὡρισμένους εἶναι ἢ τοὺς τρεῖς ἀορίστους, ἢ τοὺς μὲν ὡρισμένους εἶναι, τοὺς δὲ ἀορίστους. καὶ τούτων πάλιν ἢ οἱ ἄκροι ὡρισμένοι εἰσὶν ὁ δὲ μέσος ἀόριστος, ἢ ἔμπαλιν οἱ μὲν ἄκροι ἀόριστοι ὁ δὲ μέσος ὡρισμένος, ἢ οἱ ἐφεξῆς πρῶτοι ὡρισμένοι ὁ δὲ τελευταῖος ἀόριστος, ἢ ἔμπαλιν ὁ μὲν
35τελευταῖος ὡρισμένος οἱ δὲ πρῶτοι ἀόριστοι, ἢ ὁ μὲν α ὡρισμένος οἱ δὲ δύο οἱ τελευταῖοι ἀόριστοι, ἢ ἔμπαλιν ὁ μὲν α ἀόριστος οἱ δὲ τελευ‐ ταῖοι β ὡρισμένοι. τὰ δὲ παραδείγματα τούτων τῷ βουλομένῳ γράψαι σα‐ φέστατα. ἦσαν οὖν τῶν προτάσεων τῶν ἐκ τοῦ ὑποκειμένου καὶ κατηγο‐ ρουμένου μόνον καταφάσεις δ, ἐνταῦθα δὲ γεγόνασιν η ἐπὶ τῶν ἐκ τρίτου
40προσκατηγορουμένου· ὡς εἶναι τέως ιβ. ταύτας τὰς προτάσεις τὰς δώδεκα54
in Int
.

55

πολυπλασιάζομεν ἐπὶ τὰς ἐκεῖ προτάσεις ἤτοι ἐπὶ τὰ τέσσαρα εἴδη τῶν προτάσεων τῶν καταφατικῶν, φημὶ δὴ ἐπὶ τὴν καθ’ ἕκαστα, ἐπὶ τὴν ἀπροσ‐ διόριστον, ἐπὶ τὴν μερικὴν προσδιωρισμένην, ἐπὶ τὴν καθόλου προσδιωρισ‐ μένην. αἱ οὖν ιβ προτάσεις τετραπλασιαζόμεναι ἐπὶ ταύτας τὰς προτάσεις
5γίνονται μη. ταύτας τὰς μη πολυπλασίασον ἐπὶ τὴν τριμέρειαν τοῦ χρόνου, καὶ γίνονται ρμδ. ταύτας πάλιν πολυπλασίασον ἐπὶ τὴν τριμέρειαν τῆς ὕλης, καὶ γίνονται υλβ. τούτων τοίνυν τῶν υλβ πολυπλασιαζομένων ἐπὶ τοὺς τρεῖς τρόπους γίνονται χίλιαι διακόσιαι ἐνενήκοντα ἕξ· εἴπομεν δὲ τρεῖς καὶ μόνον τρόπους, διότι τὸν δυνατὸν καθολικώτερον λέγει μόνον τοῦ τε
10ἀναγκαίου καὶ ἐνδεχομένου καὶ διαιρεῖσθαι εἰς τοὺς δύο τούτους τρόπους. οὐδὲν οὖν ἐστι τὸ διαιρούμενον παρὰ τὰ εἰς ἃ διαιρεῖται, καὶ διὰ τοῦτο τρεῖς καὶ μόνον τρόπους φαμέν, ἀναγκαῖον καὶ ἐνδεχόμενον καὶ ἀδύνατον. γεγόνασιν οὖν εἰκότως καταφάσεις τῶν τοιούτων προτάσεων ασϞϛ. ταύταις προστιθέαμεν καὶ τὰς ἄλλας καταφάσεις τὰς τοῦ β καὶ γ τμήματος. ἦν
15οὖν τὰ τοῦ β τμήματος οβ αἱ γενόμεναι ἐκ τοῦ κατηγορουμένου καὶ ὑπο‐ κειμένου μόνον, αἱ δὲ τοῦ γ τμήματος αἱ γενόμεναι ἐκ τοῦ ὑποκειμένου καὶ κατηγορουμένου καὶ τρίτου προσκατηγορουμένου ρμδ. ταύτας οὖν τὰς τοῦ β καὶ γ τμήματος σιϛ συνάπτοντες ταῖς ασϞϛ αφιβ. καὶ ἐπειδή, ὅσαι καταφάσεις, δῆλον ὅτι τοσαῦται καὶ ἀποφάσεις
20εἰσίν, ἔσονται πᾶσαι αἱ ἀποφάσεις καὶ καταφάσεις ἤτοι πᾶσαι αἱ προτάσεις ἃς ἐν τῷ παρόντι βιβλίῳ παραδέδωκεν ὁ φιλόσοφος ͵γκδ. ἐν οἷς σὺν θεῷ καὶ τὸ β κεφάλαιον καὶ ἡ παροῦσα πρᾶξις πληροῦται.
23tΠρᾶξις β.〉
24tΤούτων δὲ διωρισμένων 〈σκεπτέον〉 ὅπως ἔχουσιν αἱ
25tἀποφάσεις καὶ καταφάσεις πρὸς ἀλλήλας, καὶ τὰ ἑξῆς.
26 Εἴπομεν δὲ καὶ ἐν τῇ προτεραίᾳ ὅτι ἐν τούτῳ τῷ δ τμήματι δια‐ λέγεται περὶ τῶν προτάσεων τῶν μετὰ τρόπου τὰ δύο ταῦτα ζητῶν θεω‐ ρήματα, πρῶτον μὲν πῶς αἱ ἀποφάσεις γίνονται ἐκ τῶν καταφάσεων, δεύτερον δὲ περὶ τῆς ἀκολουθίας τῶν τοιούτων προτάσεων, ζητῶν ἐν τῷ
30α κεφαλαίῳ, τίνι συνάπτειν δέον τὴν οὔ ἄρνησιν, πότερον τῷ τρόπῳ ἢ τῷ ἔστι καὶ ἁπλῶς τῷ ῥήματι. ἐπὶ μὲν γὰρ τῶν ἄλλων εἰδῶν τῶν προ‐ τάσεων 〈ἐν〉 τῷ εἶναι συνάπτομεν τὴν οὔ ἄρνησιν· εἰ γὰρ μὴ τοῦτο ἐποι‐ οῦμεν, εὑρίσκετό ποτε συμψευδομένη ἡ κατάφασις τῇ ἀποφάσει. τῆς γὰρ
καταφάσεως τῆς λεγούσης ‘τὸ ξύλον ἄνθρωπος λευκός ἐστι‘ ψευδοῦς οὔσης55
in Int
.

56

εἰ μὲν ἐποιήσαμεν τὴν ἀπόφασιν ‘τὸ ξύλον ἄνθρωπος λευκὸς οὐκ ἔστιν‘, ἀληθῆ ταύτην ἀπεργαζόμεθα· εἰ δὲ εἴπωμεν ‘τὸ ξύλον ἄνθρωπός ἐστιν οὐ λευκόσ‘, καὶ ταύτην ὁμοίως τῇ καταφάσει συμψευδομένην ἐδείκνυμεν. τοῦτο γὰρ λέγει ἡ ἀπόφασις αὕτη, ὅτι τὸ ξύλον ἄνθρωπος μέν ἐστιν, οὐ λευκὸς
5δέ, ὅπερ παρὰ πᾶσιν ὁμολογούμενόν ἐστι ψεῦδος. εἰκότως οὖν τῷ ἔστι συνήπτομεν τὴν οὔ ἄρνησιν καὶ ἐποιοῦμεν τὴν ἀπόφασιν ‘τὸ ξύλον ἄνθρωπος λευκὸς οὐκ ἔστι‘. μήπως οὖν καὶ ἐνταῦθα δεῖ συνάψαι τὴν οὔ ἄρνησιν τῷ εἶναι, ἵνα ποιήσωμεν [μὲν] τῆς ‘δυνατὸν εἶναι‘ καταφάσεως ἀπόφασιν τὴν ‘δυνατὸν μὴ εἶναι‘. καὶ λέγει ὅτι τοῦτο ἀδύνατον ἐνταῦθα οὕτως ποιῆσαι·
10πρῶτον μέν, ὅπερ πολλάκις εἴπομεν, ὅτι τὸ κῦρος ἐνταῦθα ὁ τρόπος ἔχει καὶ δεῖ αὐτῷ συνάψαι τὴν οὔ ἄρνησιν· αὐτὸν γὰρ θέλομεν ἀνελεῖν καὶ τὸ πῶς ἤγουν τὸ ποιόν. ἡ μὲν γὰρ κατάφασις λέγει ὅτι ἄνθρωπος ἐνδεχο‐ μένως βαδίζει· θέλομεν οὖν ἀνελεῖν τὸν τρόπον καὶ εἰπεῖν ὅτι οὐκ ἐνδεχο‐ μένως βαδίζει. πρῶτον μὲν οὖν τοῦτο ὅτι δεῖ τῷ κυριωτέρῳ μορίῳ συνάψαι
15τὴν οὔ ἄρνησιν, ὡς πολλάκις εἴρηται. δεύτερον δὲ ὅτι, εἰ μὴ ποιήσωμεν οὕτως τὰς ἀποφάσεις, εὑρεθήσονται συναληθεύουσαι ἡ κατάφασις καὶ ἡ ἀπόφασις, ὅπερ ἀδύνατον. ἐὰν γὰρ εἴπω ‘δυνατὸν τέμνεσθαι τὸ ἱμάτιον‘, ‘δυνατὸν μὴ τέμνεσθαι‘, ἀμφότεραι ἀληθεῖς ἐπὶ τῆς ἐνδεχομένης ὕλης. εἰ δὲ εἴπω ὅτι ‘δυνατὸν τέμνεσθαι τὸ ἱμάτιον‘, ‘οὐ δυνατὸν τέμνεσθαι‘, πάντως
20ἡ μὲν ἀληθεύει ἡ δὲ ψεύδεται. ὡς οὖν ἔχει ἐπὶ τοῦ δυνατοῦ, δῆλον ὅτι καὶ ἐπὶ τοῦ ἐνδεχομένου καὶ ἀναγκαίου καὶ ἀδυνάτου ἕξει. κατὰ τὸν αὐτὸν δὲ τρόπον καὶ ἐπὶ τῶν ἐκ μεταθέσεως καταφάσεων. ἐν οἷς τὸ α ἡμῖν πληροῦται κεφάλαιον τὸ πῶς ἐκ τῶν καταφάσεων δεῖ ποιεῖν τὰς ἀπο‐ φάσεις ἐπὶ τῶν μετὰ τρόπου προτάσεων, ὅτι τῷ τρόπῳ συνάπτοντας τὴν
25οὔ ἄρνησιν. Δεύτερόν ἐστι κεφάλαιον ἐν ᾧ τὴν ἀκολουθίαν τῶν τοιούτων προτάσεων παραδίδωσιν διὰ τριῶν διαγραμμάτων. καὶ ἔστι τὸ α διάγραμμα τοιοῦτον. προτάττει τὰς καταφάσεις πρῶτον τοῦ δυνατοῦ καὶ τοῦ ἐνδεχομένου λέγων ‘δυνατὸν εἶναι‘, ‘ἐνδεχόμενον εἶναι‘· εὐθέως δὲ τὴν ἀπόφασιν τοῦ ἀδυνάτου
30τρίτην τίθησιν λέγων ‘οὐκ ἀδύνατον εἶναι‘, καὶ τετάρτην τὴν ἁπλῆν ἀπό‐ φασιν τοῦ ἀναγκαίου, λέγων ‘οὐκ ἀναγκαῖον εἶναι‘. εἶτα ἐφεξῆς 〈ἐν〉 τῇ δευτέρᾳ σελίδι τὰς ἐκ μεταθέσεως τίθησι καταφάσεις, ‘δυνατὸν μὴ εἶναι‘, ‘ἐνδέχεται μὴ εἶναι‘, καὶ τρίτην τὴν ἐκ μεταθέσεως ἀπόφασιν τοῦ ἀδυνάτου τὴν λέ‐ γουσαν ‘οὐκ ἀδύνατον μὴ εἶναι‘, καὶ τετάρτην πάλιν τὴν ἐκ μεταθέσεως
35ἀπόφασιν τοῦ ἀναγκαίου τὴν λέγουσαν ‘οὐκ ἀναγκαῖον μὴ εἶναι‘. λοιπὸν ἐπ’ εὐθείας τῆς πρώτης σελίδος τίθησι τὰς ἀποφάσεις ‘οὐ δυνατὸν εἶναι‘, ‘οὐκ ἐνδέχεται εἶναι‘, εἶτα κατάφασιν τὴν λέγουσαν ‘ἀδύνατον εἶναι‘ καὶ τετάρτην τὴν ἐκ μεταθέσεως κατάφασιν τοῦ ἀναγκαίου τὴν λέγουσαν ‘ἀναγκαῖον μὴ
εἶναι‘. ἐν δὲ τῇ τετάρτῃ σελίδι πρῶτον τὰς ἀποφάσεις τίθησιν ‘οὐ δυνατὸν56
in Int
.

57

μὴ εἶναι‘, ‘οὐκ ἐνδέχεται μὴ εἶναι‘, 〈εἶτα〉 ‘ἀδύνατον μὴ εἶναι‘, ἐκ μεταθέσεως κατάφασιν, καὶ τετάρτην ἁπλῆν ἀναγκαίαν κατάφασιν τὴν λέγουσαν ‘ἀναγ‐ καῖον εἶναι‘. οὕτως τεθεικὼς τὸ διάγραμμα τὰς μὲν ἄλλας προτάσεις καὶ τὰς ἀκολουθίας τούτων καλῶς ἔχειν ἡγεῖται· διαφέρει δὲ μόνον ἡ ἀντί‐
5φασις τοῦ ἀδυνάτου, διότι ἡ μὲν κατάφασις ἕπεται ταῖς ἀποφάσεσιν, ἡ δὲ ἀπόφασις 〈ταῖς καταφάσεσιν· ἔτι ἡ ἀπόφασισ〉 τοῦ ‘[οὐκ] ἀναγκαῖον μὴ εἶναι‘ οὐχ ἡ ‘οὐκ ἀναγκαῖον [μὴ] εἶναι‘, ἀλλ’ ἡ κάτω διαγώνιος κειμένη ἡ λέγουσα ‘οὐκ ἀναγκαῖον μὴ εἶναι‘. διορθοῖ τοίνυν τοῦτο τὸ διάγραμμα ἐν τῷ β διαγράμματι καὶ οὕτως τίθησι τὴν ἀντίφασιν ἐπ’ εὐθείας, ὥσπερ
10τέθεικεν καὶ τὸ τοῦ ἀδυνάτου. πῶς δὲ τοῦτο ποιεῖ, ἐν ἑτέρᾳ θεωρίᾳ σὺν θεῷ μαθησόμεθα. Εἰ γὰρ τῶν συμπλεκομένων αὗται ἀλλήλαις ἀντίκεινται. ἰστέον ὅτι συμπλεκομένων λέγει ἐνταῦθα ἀντὶ τοῦ ‘τῶν προτάσεων.‘ Εἰ γὰρ κατὰ παντὸς ἡ κατάφασις ἢ ἡ ἀπόφασις, τὸ ξύ‐
15λον ἔσται ἀληθὲς εἰπεῖν εἶναι μὴ λευκὸν ἄνθρωπον. ἐντεῦθεν ὑπώ‐ πτευσάν τινες ὅτι ἡ ἁπλῆ ἀπόφασις καθολικωτέρα ἐστὶ τῆς ἐκ μεταθέσεως καταφάσεως, διότι ψευδὲς μέν ἐστιν, ὥς φησι, τὸ ξύλον ἄνθρωπον οὐ λευ‐ κόν, ἀληθὲς δὲ εἰπεῖν ὅτι τὸ ξύλον ἄνθρωπος λευκὸς οὐκ ἔστιν· ὅλον γὰρ ἀναιρεῖ. εἰ δὲ σώσωμεν ὅλον τὸν κατηγορούμενον καὶ μὴ μερίσωμεν, δῆλον
20ὅτι καὶ αὐτὴ ἀληθὴς εὑρεθήσεται, ὥσπερ καὶ ἡ ἁπλῆ ἀπόφασις, ὡς εἴπομεν καὶ ἀνωτέρω. Λόγος δέ (λόγον λέγει ἐνταῦθα τὴν αἰτίαν), ὅτι πᾶν τὸ οὕτως δυνατόν. λέγει ἐνταῦθα τὸ φερόμενον ἐπὶ τοῦ ἐνδεχομένου· τοῦτο γὰρ ἐνδέχεται μὴ ἀεὶ ἐνεργεῖν· τὸ δ’ ἐπὶ τοῦ ἀναγκαίου φερόμενον ἀεὶ ἐνεργεῖ.
25λέγομεν γὰρ ὅτι δυνατὸν τὸν ἥλιον αὔριον κινεῖσθαι, οὐχ ὡς ποτὲ μὲν κινούμενον λαμβάνοντες ποτὲ δὲ οὔ, ἀλλ’ ὡς ἀεὶ ἐνεργοῦντά τε καὶ κινού‐ μενον. Ἀλλὰ μὴν ἀδύνατον κατὰ τοῦ αὐτοῦ ἀληθεύεσθαι τὰς ἀντικειμένας φάσεις. τοῦτό φησιν ἐνταῦθα, ὅτι ἀδύνατον τὴν ἀντί‐
30φασιν ἐπὶ τοῦ αὐτοῦ ἢ συναληθεύειν ἢ συμψεύδεσθαι ἐν τῷ αὐτῷ χρόνῳ· δῆλον δὲ ὅτι οὐ πολυπραγμονεῖ ἐνταῦθα πᾶν εἶδος τῶν τοιούτων προτάσεων. ἐπὶ γὰρ τῶν προσδιωρισμένων προτάσεων τοῦτο 〈οὐκ〉 ἀεὶ *** συναλη‐ θεύειν, ἐὰν ποιήσωμεν τὴν ἀπόφασιν τῷ προσδιορισμῷ συνάπτοντες τὴν οὔ ἄρνησιν· ἀλλὰ ποτὲ μὲν συναληθεύει ἐπί τινος ὕλης, οἷον τῆς ἐνδεχομένης,
35ποτὲ δὲ οὐ συναληθεύει, ὡς ἐπὶ τῆς ἀναγκαίας. ἀληθὲς μὲν γὰρ τὸ λέγειν ‘πάντα ἄνθρωπον ἀναγκαῖον ζῷον εἶναι‘, ψευδὲς δὲ τὸ ‘οὐ πάντα ἄνθρωπον ἀναγκαῖον ζῷον εἶναι‘· ὥστε ἐπὶ τῆς ἀναγκαίας μερίζουσι τὸ ἀληθὲς καὶ τὸ
ψεῦδος. ἐπὶ δὲ τῆς ἐνδεχομένης οὐκέτι· ψεύδεται γὰρ καὶ ἡ λέγουσα ‘πάντα57
in Int
.

58

ἄνθρωπον ἐνδέχεται βαδίζειν‘ 〈καὶ ἡ λέγουσα ‘οὐ πάντα ἄνθρωπον ἐν‐ δέχεται βαδίζειν‘〉 ἐπὶ ὡρισμένου χρόνου δῆλον ὅτι· εἰ δὲ ἐπὶ ἀορίστου, δῆλον ὅτι ἀμφότεραι ἀληθεῖς. εἰ δὲ εἴπω τὴν ἄλλην ἀπόφασιν ‘οὐκ ἐν‐ δέχεται πάντα ἄνθρωπον βαδίζειν‘, ἀληθεύω καὶ ψεύδομαι· σημαίνει γὰρ
5τοῦτο ‘οὐδένα τῶν ἀνθρώπων ἐνδέχεται βαδίζειν‘, καὶ οὐδὲν ἄλλο λέγει εἰ μὴ ὅτι ἀδύνατον βαδίζειν πάντα ἄνθρωπον. ὥστε ἐπὶ τῶν τοιούτων προτάσεων δεῖ τῷ τρόπῳ λαβεῖν καὶ συνάψαι τὴν οὔ ἄρνησιν, εἴτε προσδιωρισμένη ἐστὶν ἡ πρότασις, εἴτε οὐκ ἔστι προσδιωρισμένη· οὕτως γὰρ ἀντίφασις γενήσεται. Εἰ οὖν ἐκεῖνο ἀδύνατον. ποῖον λέγει ἀδύνατον; τὸ τὰς δύο
10προτάσεις τήν τε κατάφασιν καὶ τὴν ἀπόφασιν ἤγουν τὴν ἀντίφασιν ἐπὶ τοῦ αὐτοῦ ἀληθῆ εἶναι. Γίνεται γὰρ ὥσπερ ἐπὶ ἐκείνων τὸ εἶναι καὶ μὴ εἶναι πρόσθεσις. πρόσθεσιν λέγει ἀντὶ τοῦ ‘πρόσρημα καὶ οὐχ ὑποκείμενον.‘ ταῦτα ἔχει ἡ πρᾶξις.
15tΠρᾶξις γ.〉
16tΤὸ δὲ ἀναγκαῖον πῶς, ὀπτέον. φανερὸν δὲ ὅτι οὐχ
17tοὕτως, ἀλλ’ αἱ ἐναντίαι ἕπονται· αἱ δ’ ἀντιφάσεις χωρίς, καὶ
18tτὰ ἑξῆς.
19Λαβὼν ἐν τῷ α διαγράμματι τὴν ἁπλῆν ἀπόφασιν τοῦ ἀναγκαίου ἑπο‐
20μένην ταῖς καταφάσεσι τοῦ δυνατοῦ καὶ τοῦ ἐνδεχομένου καὶ τῇ ἀποφάσει τοῦ ἀδυνάτου, ἐντεῦθεν σκοπεῖ ἆρά γε ἀληθῶς ἐκεῖ εἴληπτο. δοκεῖ γὰρ μᾶλλον ἡ κατάφασις ἡ ἁπλῆ ἕπεσθαι ταῖς εἰρημέναις προτάσεσι, φημὶ δὴ ταῖς δύο καταφάσεσι 〈τῇ〉 τοῦ δυνατοῦ καὶ τῇ τοῦ ἐνδεχομένου καὶ τῇ ἀπο‐ φάσει τοῦ ἀδυνάτου. ὅτι δὲ ἡ κατάφασις μᾶλλον ἕπεται ἤπερ ἡ ἀπόφασις
25κατασκευάζει διά τινος λημματίου δεικνύντος διὰ τῆς καλουμένης ἀδυνάτου δείξεως. ἔστι δὲ τὸ λῆμμα τοιοῦτον. ἐγὼ λέγω ὅτι τῇ ‘ἀναγκαῖον εἶναι‘
προτάσει καταφατικῇ ἕπεται ἡ λέγουσα ‘δυνατὸν εἶναι‘. εἰ δὲ σὺ λέγεις ὅτι58
in Int
.

59

οὐχ ἕπεται αὕτη, ἐπεὶ κατὰ παντὸς ἢ φάναι ἢ ἀποφάναι ἀληθές, ἕψεται ἡ λέγουσα ‘οὐ δυνατὸν εἶναι‘· καὶ ἐπειδὴ αὕτη ἡ πρότασις ἡ ‘οὐ δυνατὸν εἶναι‘ ἔχει ἑπομένην πρότασιν τὴν λέγουσαν ‘οὐκ ἐνδέχεται εἶναι‘ καὶ τὴν λέγουσαν ‘ἀδύνατον εἶναι‘, ἐξ ἀνάγκης ἕψονται τῇ ἁπλῇ καταφάσει τοῦ ἀναγ‐
5καίου τῇ λεγούσῃ ‘ἀναγκαῖον εἶναι‘ ἥ τε λέγουσα ‘οὐκ ἐνδέχεται εἶναι‘ καὶ ἡ ‘ἀδύνατον εἶναι‘, ὅπερ ἄλογον. καὶ πάλιν ἐπειδὴ τῇ ‘ἀδύνατον εἶναι‘ κατα‐ φάσει ἕπεται τὸ ‘ἀναγκαῖον μὴ εἶναι‘, εἴποι δέ τις ὅτι τὸ ‘οὐ δυνατὸν εἶναι‘ ἕπεται τῷ ‘ἀναγκαῖον εἶναι‘, εὑρεθήσεται καὶ ἡ πρότασις ἡ λέγουσα ‘ἀναγ‐ καῖον μὴ εἶναι‘ ἑπομένη τῇ προτάσει τῇ λεγούσῃ ‘ἀναγκαῖον εἶναι‘· ὅπερ
10ἀδύνατον. οὐκ ἄρα τὸ ‘οὐ δυνατὸν εἶναι‘ ἕπεται τῷ ‘ἀναγκαῖον εἶναι‘, ἀλλ’ ἡ κατάφασις, τοῦτ’ ἔστιν ἡ ‘δυνατὸν εἶναι‘, ἵνα μὴ εὑρεθῇ ἡ ἀπόφασις καὶ ἡ κατάφασις τοῦ δυνατοῦ τῷ αὐτῷ ἑπομένη. πάλιν ἐπειδὴ τὸ ἀναγκαῖον ὡρισμένον ἐστί, τὸ δὲ δυνατὸν εἶναι ἐπαμφοτερίζει (σημαίνει γὰρ καὶ τὸ ἀναγκαῖον εἶναι καὶ τὸ ἐνδεχόμενον εἶναι), ἐξ ἀνάγκης τεττάρων οὐσῶν
15προτάσεων τοῦ ἀναγκαίου, φημὶ δὴ τῆς ἁπλῆς καταφάσεως καὶ τῆς ἁπλῆς ἀποφάσεως, τῆς ἐκ μεταθέσεως καταφάσεως καὶ τῆς ἐκ μεταθέσεως ἀπο‐ φάσεως, ἐδείχθη ὅτι ἡ ἁπλῆ ἀπόφασις οὐχ ἕπεται ὡς κεῖται ἐν τῷ α δια‐ γράμματι, διὰ τὸ δειχθῆναι ὅτι ἡ κατάφασις τοῦ δυνατοῦ ἕπεται τῇ κατα‐ φάσει τοῦ ἀναγκαίου. ἀλλὰ μὴν οὐδὲ ἡ ἐκ μεταθέσεως κατάφασις ἡ λέ‐
20γουσα ‘ἀναγκαῖον μὴ εἶναι‘ δύναται ἕπεσθαι τῇ ‘δυνατὸν εἶναι‘· ὑπόκειται γὰρ ταῖς ἀποφάσεσιν ἑπομένη. καταληφθήσεται ἄρα ἑπομένη ταῖς εἰρημέναις προτάσεσιν ἡ ἐκ μεταθέσεως ἀπόφασις ἡ λέγουσα ‘οὐκ ἀναγκαῖον μὴ εἶναι‘· αὕτη γὰρ ἀληθεύει καὶ ἐπὶ τοῦ ‘ἀναγκαῖον εἶναι‘ καὶ καθολικωτέρα ἐκείνης ἐστὶ καὶ ἀόριστος. ἔστι τοίνυν ὑπόλοιπον τὸ τὴν τάξιν μεταφέρειν καὶ τὴν
25πρότασιν τὴν λέγουσαν ‘οὐκ ἀναγκαῖον εἶναι‘ ἁπλῆν ἀπόφασιν, ἥτις κεῖται ἐν τῇ δ χώρᾳ τοῦ α σελιδίου, τάξαι ἐν τῇ ὀγδόῃ χώρᾳ, καὶ εἰς τὴν χώραν ἐκείνης, τοῦτ’ ἔστιν εἰς τὴν τετάρτην, ἀναφέρειν τὴν ἐκ μεταθέσεως ἀπό‐ φασιν τὴν λέγουσαν ‘οὐκ ἀναγκαῖον μὴ εἶναι‘. αὕτη γὰρ καὶ ἀντιφατικῶς μάχεται τῇ ἐπ’ εὐθείας κειμένῃ, ἤγουν τῇ ἐκ μεταθέσεως καταφάσει τῇ
30λεγούσῃ ‘ἀναγκαῖον μὴ εἶναι‘· καὶ γίνονται αἱ ἀκολουθήσεις τῶν προτάσεων κατὰ τὸν αὐτὸν τρόπον ὁμοίως ταῖς τοῦ δυνατοῦ προτάσεσι, τοῦτ’ ἔστιν, ὅτι ἐπ’ εὐθείας κεῖνται καὶ οὐκέτι αἱ ἀντιφάσεις χωρὶς ὡς ἐν τῷ α διαγράμ‐ ματι. ἐν οἷς ἐστι καὶ δεύτερον διάγραμμα. ἀπορεῖ δὲ πάλιν καὶ πρὸς αὐτὸ καὶ τὴν ἀπορίαν ἐπιλύεται καὶ τρίτον διάγραμμα τῶν ἀκολουθουσῶν προτά‐
35σεων κατὰ ἀλήθειαν παραδίδωσιν. πῶς δὲ τοῦτο ποιεῖ, σὺν θεῷ ἐν ἑτέρᾳ θεωρίᾳ μαθησόμεθα. Αἴτιον δὲ τοῦ μὴ ἀκολουθεῖν ὁμοίως τοῖς ἑτέροις. ἐν‐
ταῦθα αἰτίαν τινά φησιν, δι’ ἣν ἡ ἀντίφασις τῇ ἀντιφάσει οὐκ ἀποδίδοται,59
in Int
.

60

ἀλλὰ τὸ εἶναι τῷ μὴ εἶναι. καὶ ἔδει μὲν πρῶτον εἰπεῖν † ποῖον ἔστι τοῦ ἀναγκαίου καὶ ἡ τῷ ὄντι ἑπομένη, καὶ οὕτως εἰπεῖν τὴν αἰτίαν, δι’ ἣν ἀκο‐ λουθία τοιαύτη γίνεται· ὁ δὲ τὴν τάξιν ἐνήλλαξεν καὶ πρῶτον μὲν τὴν αἰτίαν λέγει, δι’ ἣν [ὡς] ἡ ἀκολουθία τοιαύτη ἐστί, καὶ οὕτως ἀμείψας δύο
5μόνον προτάσεις τὴν ἀκριβῆ τάξιν ἐκτίθεται. τὴν γὰρ ἀπόφασιν τὴν ἁπλῆν τοῦ ἀναγκαίου ἐξ ἀρχῆς μὲν ἔταξεν μετὰ τῶν ἁπλῶν ἄνω, νῦν δὲ κάτω μετὰ τῶν ἐκ μεταθέσεως· τὴν δὲ τοῦ ἀναγκαίου ἐκ μεταθέσεως ἀπόφασιν τὸ ἀνάπαλιν, ὡς εἴρηται κατὰ τὴν θεωρίαν. Ὥστε εἰ ἐκεῖνα ὁμοίως τῷ δυνατῷ καὶ μ, ταῦτα ἐξ
10ἐναντίας· τοῦτό φησιν ἐνταῦθα ὁ φιλόσοφος, ὅτι εἰ τὸ † δυνατὸν καὶ εἶναι ὁμοίως ἔχει τὸ δυνατόν, τὸ ἀναγκαῖον οὐκέτι ὁμοίως ἔχει ἀλλὰ τοὐναντίον. Τὸ μὲν γὰρ ἀναγκαῖον εἶναι δυνατὸν εἶναι· εἰ γὰρ μ, ἡ ἀπόφασις ἀκολουθήσει. ἐντεῦθεν ἄρχεται ποιεῖν ὅπερ εἴπομεν ἐν
15τῇ θεωρίᾳ, καὶ βούλεται δεῖξαι ὅτι τῇ προτάσει τῇ λεγούσῃ ‘ἀναγκαῖον εἶναι‘ ἕπεται ἡ λέγουσα ‘δυνατὸν εἶναι‘. εἰ γὰρ μὴ αὕτη ἕπεται, ἐξ ἀνάγκης ἡ ἀπόφασις αὐτῆς ἕψεται ἡ λέγουσα ‘οὐ δυνατὸν εἶναι‘ διὰ τὸ πάντως ἐν οἵῳ δήποτε τρόπῳ πρᾶγμά τι εἶναι καταφῆσαι ἢ ἀποφῆσαι. καὶ συνάγει διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς, ὡς εἴπομεν, ὅτι πάντως 〈ἡ λέγουσα〉 ‘δυ‐
20νατὸν εἶναι‘ ἕπεται τῇ λεγούσῃ ‘ἀναγκαῖον εἶναι‘. ταῦτα ἔχει ἡ πρᾶξις.
21tΠρᾶξις δ.
22tἈπορήσειε δ’ ἄν τις, εἰ τῷ ἀναγκαῖον εἶναι τὸ δυνατὸν
23tἕπεται, καὶ τὰ ἑξῆς.
24Δείξας ἐν τῷ β διαγράμματι τὸ δυνατὸν ἑπόμενον τῷ ἀναγκαίῳ (εἰ
25γὰρ μὴ τοῦτο, ἔλεγεν ἐξ ἀνάγκης τὴν ἀπόφασιν ἕπεσθαι τὴν λέγουσαν ‘δυ‐60
in Int
.

61

νατὸν μὴ εἶναι‘ ἢ ‘μὴ δυνατὸν εἶναι‘, ὅπερ ἑκάτερον ἀδύνατον ἐπὶ τοῦ ἀναγ‐ καίου λέγεσθαι) νῦν ἀπορεῖ πῶς εἴποι τις τὸ δυνατὸν τῷ ἀναγκαίῳ ἕπεσθαι. τὸ γὰρ δυνατὸν ἐπαμφοτερίζει· ὃ γὰρ δυνατὸν τέμνεσθαι, δυνατὸν καὶ μὴ τέμνεσθαι· τὸ δὲ ἀναγκαῖον ὥρισται. πῶς τῷ ὡρισμένῳ τὸ ἀόριστον δυ‐
5νατὸν ἐπακολουθεῖν; ἐπιλύεται τοίνυν τὴν ἀπορίαν ταύτην τὴν ὁμωνυμίαν αἰτιώμενος, ὅτι πολλαχῶς λέγεται τὸ δυνατόν, καὶ τὶ μὲν δυνατὸν τῷ ἀναγ‐ καίῳ ἕπεται, τὶ δὲ σημαινόμενον τοῦ δυνατοῦ οὐχ ἕπεται τῷ ἀναγκαίῳ. ἔστι δὲ καθόλου ὡς ἐκ διαιρέσεως λαβεῖν τὸ δυνατὸν τοσαυταχῶς λεγό‐ μενον· τὸ δυνατὸν τοίνυν ἢ κατ’ ἐπιτηδειότητα λέγεται, ὡς τὸ παιδίον
10δύναται γραμματικὸν εἶναι, ἢ καθ’ ἕξιν ἢ χωρὶς τῆς δυνάμεως ἤτοι τῆς ἐνεργείας, καὶ μὴ φθαρέντος ἐκείνου ᾧ τινι ὑπάρχει ἡ ἐνέργεια, οἷον ὡς τὸ βαδίζειν ὑπάρχει τῷ βαδίζοντι, καὶ χωρισθέντος τοῦ βαδίζειν οὐ φθείρεται τὸ βαδιστικόν· τοῦτο δὲ καλεῖται ἐξ ὑποθέσεως ἀναγκαῖον, ἔστ’ ἂν ὑπάρχει τὸ κατηγορούμενον τῷ ὑποκειμένῳ. ἢ ὅταν ὑπάρχῃ καθ’ ἕξιν μὲν ἡ
15ἐνέργεια *** αὕτη δὲ ὑπάρχει γενητοῖς καὶ φθαρτοῖς ***. καὶ εἰ μὲν γενητοῖς καὶ φθαρτοῖς ὑπάρχει, χωρισθείσης πάντως 〈φθείρεται〉 ἐκεῖνο ᾧ ὑπάρχει. οἷον τόδε τὸ πῦρ γενητὸν μέν ἐστι καὶ φθαρτόν· καὶ ἡνίκα ὑπάρχει, ἀνάγκη τὴν θερμότητα ὑπάρχειν αὐτῷ, ἡνίκα δὲ φθαρῇ ἡ ἐνέρ‐ γεια ἤγουν ἡ θερμότης, πάντως συμφθείρεται τῇ θερμότητι. ὑπάρχει δὲ
20ἀιδίοις, ὥσπερ λέγομεν τὴν κίνησιν ἀεὶ ὑπάρχειν τῷ ἡλίῳ· ἀεὶ γὰρ ὁ ἥλιος κινεῖται. ὥστε τὶ μὲν δυνατόν, ἤγουν τὸ φερόμενον ἐπὶ τοῦ ἀιδίου *** ἢ ὅταν τῷ ὑποκειμένῳ τὸ κατηγορούμενον ἁπλῶς ὑπάρχει, ὅπερ καὶ καλεῖται ἐξ ὑποθέσεως ἀναγκαῖον, ταῦτα οὖν τὰ δύο σημαινόμενα τοῦ δυνατοῦ ἐνδέχεται ἕπεσθαι τῷ ἀναγκαίῳ· τὰ δὲ λοιπὰ σημαινόμενα οὐκ ἀναγκαῖον.
25αὐτίκα γοῦν τὸ κατ’ ἐπιτηδειότητα λεγόμενον δυνατὸν οὐχ ἕπεται τῷ ἀναγ‐ καίῳ· δύναται γὰρ τὸ ἱμάτιον καὶ τέμνεσθαι καὶ μὴ τέμνεσθαι, καὶ οὐκ ἐξ ἀνάγκης πάντως ἢ τέμνεται ἢ οὐ τέμνεται. ὁμοίως καὶ τὸ παιδίον δύ‐ ναται γενέσθαι [καὶ] γραμματικόν, δύναται 〈δὲ〉 καὶ μὴ γενέσθαι. τοῦτο οὖν τὸ δυνατὸν οὐχ ἕπεται τῷ ἀναγκαίῳ, ὥσπερ λέγομεν ἐξ ἀνάγκης ἕπε‐
30σθαι ἀνθρώπῳ τὸ ζῷον. ὅλον μὲν γὰρ τὸ ζῷον λέγομεν ἕπεσθαι τῷ ἀν‐ θρώπῳ, οἷον οὐσία, ἔμψυχον, αἰσθητικόν, οὐκέτι δὲ καὶ πᾶν ζῷον ἕπεσθαι τῷ ἀνθρώπῳ. εἰ γὰρ καὶ τὸ λογικὸν ζῷον ἕπεται τῷ ἀνθρώπῳ, οὐκέτι δὲ καὶ τὸ ἄλογον. φησὶ δὲ τοῦ βιβλίου ὁ ἐξηγητὴς ὅτι οἶμαι μὲν τὸ θεώ‐ ρημα φανερὸν εἶναι· ἀεὶ γὰρ ὅταν οὐκ ἀντιστρέφωσι τὰ ἡγούμενα τοῖς
35ἑπομένοις, ἀνάγκη 〈τὸ〉 καθολικώτερον ἕπεσθαι τῷ ἡγουμένῳ οὐ κατὰ πάντα61
in Int
.

62

τὰ μόρια ἀλλὰ καθ’ ὅλον ἑαυτό. οἷον ἐν τῷ λέγειν ‘ὁ ἄνθρωπος ζῷόν ἐστιν‘ ὁ ἄνθρωπός ἐστιν ἡγούμενον, τὸ δὲ ζῷον ἑπόμενον· καὶ εἴ τι μὲν ἄν‐ θρωπος, πάντως ζῷον, οὐκ εἴ τι δὲ ζῷον, πάντως ἄνθρωπος. ἐπεὶ οὖν οὐκ ἀντιστρέφει τὸ ἡγούμενον τῷ ἑπομένῳ, τούτου χάριν ἕπεται αὐτῷ τὸ
5ἑπόμενον οὐ κατὰ πᾶν ἑαυτὸ ἀλλὰ καθ’ ὅλον, ὡς εἴπομεν. καὶ τὸ ζῷον γὰρ οὐσία ἐστὶν ἔμψυχος αἰσθητική, καὶ ἄνθρωπος. καὶ ταῦτα μὲν περὶ τούτων. ἐπειδὴ δὲ ἔδειξεν τὸ δυνατὸν καθολικώτερον εἶναι τοῦ ἀναγκαίου, ἀντιστρέφει τὴν τάξιν τοῦ διαγράμματος καὶ προτάττει τὰς κειμένας κάτω τοῦ ἀναγκαίου προτάσεις ἄνω καὶ τὰς ἄλλας ἐᾷ καθ’ ἣν χώραν ἔχουσιν.
10καὶ τὴν αἰτίαν αὐτὸς ἀποδέδωκεν ὅτι τὰ μερικὰ καὶ ἡγούμενα ἀεὶ προτάτ‐ τονται τῶν ἑπομένων καὶ καθολικωτέρων. δευτέραν δέ φησιν αἰτίαν ὅτι τὸ μὲν ἀναγκαῖον ἐπὶ τῶν ἀιδίων μόνον φέρεται, τὸ δὲ δυνατὸν καὶ ἐπὶ αὐτῶν καὶ ἐπὶ τῶν ἐν γενέσει καὶ φθορᾷ· καὶ ἐπειδὴ κρείττονά εἰσιν ἐκεῖνα τῶν γενητῶν καὶ φθαρτῶν, εἰκότως καὶ ἐν τῷ διαγράμματι αἱ τοῦ ἀναγ‐
15καίου προτάσεις τῶν τοῦ δυνατοῦ προετάγησαν. ἐν οἷς καὶ ἀπαριθμεῖται ταῦτα λέγων ὅτι τῶν ὄντων τὰ μὲν μόνον ἐνέργειαί εἰσιν, ὡς αἱ θεῖαι οὐσίαι, τὰ δὲ καὶ δυνάμει καὶ ἐνεργείᾳ, ὡς πάντα τὰ γενητὰ καὶ φθαρτά, τὰ δὲ μόνον δυνάμει, ὡς ἡ καλουμένη ἀνείδεος ὕλη. ταῦτα εἰπὼν πέρας τέθεικε τῷ σκοπῷ τῷ περὶ τῶν προτάσεων. ἐν οἷς καὶ ἡ θεωρία πλη‐
20ροῦται. Καὶ αὕτη μὲν ἐπὶ τοῖς κινητοῖς ἐστι μόνον ἡ δύναμις. δύναμιν ἔοικεν καλεῖν τὴν ἐπιτηδειότητα τὴν παντάπασιν χωριζομένην ποτὲ τοῦ κατ’ ἐνέργειαν, ὡς ἐν τῷ καθημένῳ τὴν πρὸς τὸ βαδίζειν. διὸ καὶ ἐν τοῖς κινητοῖς αὐτὴν εἶναί φησιν, τοῦτ’ ἔστι τοῖς ἐν γενέσει καὶ φθορᾷ
25τοῖς δυναμένοις κινεῖσθαι καὶ μή, τὴν χωρὶς τῆς δυνάμεως ταύτης ἐνέρ‐ γειαν ἐν τοῖς ἀιδίοις εἶναι τιθέμενος. ὅθεν ἑξῆς δείξει προτέραν τῆς δυνά‐ μεως τὴν ἐνέργειαν, διὰ τὸ τὰ ἀίδια πρότερα εἶναι τῶν γενητῶν, ἐν οἷς ἡ δύναμις. κἂν ἦν οὖν ἐν τοῖς οὐρανοῖς τὸ δυνάμει, ἀλλ’ οὐ τοῦτο ἀλλὰ τὸ συμπεπλεγμένον τῷ κατ’ ἐνέργειαν.
30 Καὶ ἔστι δὴ ἀρχὴ ἴσως τὸ ἀναγκαῖον. ἐντεῦθεν ἐπειδὴ ἀπέδειξεν τὸ δυνατὸν καθολικώτερον εἶναι τοῦ ἀναγκαίου, δεῖ δὲ τὰ ἑπό‐ μενα ὕστερα τάττεσθαι ὡς καθόλου τῶν ἡγουμένων μερικῶν ὄντων, ἀρχὰς καὶ πρώτας τὰς τοῦ ἀναγκαίου προτάσεις φησίν. Καὶ τὰ μὲν ἄνευ δυνάμεως ἐνέργειαί εἰσιν, οἷον αἱ
35πρῶται οὐσίαι. ἐπὶ τῶν πρώτων οὐσιῶν ἤγουν τῶν ἀιδίων φησὶν ὅτι ἡ αὐτή ἐστι δύναμις καὶ ἐνέργεια· εἰκότως, ἐπειδὴ οὐκ ἔστι ἰδεῖν ἐν αὐταῖς δύναμιν ἐνεργείας χηρεύουσαν. Τὰ δὲ μετὰ δυνάμεως, ἃ τῇ μὲν φύσει πρότερα τῷ δὲ
χρόνῳ ὕστερα. φύσει προτέραν λέγει τὴν ἐνέργειαν τῆς δυνάμεως ὡς62
in Int
.

63

τέλειον ἀτελοῦς καὶ τιμιώτερον ἀτιμοτέρου· τῷ δὲ χρόνῳ ὑστέραν αὐτὴν λέγει, ἐπειδὴ πᾶσα ἐνέργεια ἀπό τινος προϋποκειμένης δυνάμεως προβάλλεται. ταῦτα ἔχει ἡ πρᾶξις.
4tἈρχὴ τοῦ ε τμήματος. 〈Πρᾶξις α.〉
5tΠότερον δὲ ἐναντία ἐστὶν ἡ κατάφασις τῇ ἀποφάσει ἢ
6tἡ κατάφασις τῇ καταφάσει, καὶ τὰ ἑξῆς.
7 Ὁ μὲν σκοπὸς τῷ Ἀριστοτέλει περὶ τῶν προτάσεων πεπλήρωται καὶ τὸ δ κεφάλαιον πέρας ἀπείληφεν. τοῦτο δὲ τὸ νῦν ζητούμενον παντελῶς οὐκ ἔστιν Ἀριστοτέλους, γυμνασίας δὲ ἕνεκεν γέγραπται. ὅθεν καὶ ὁ Πορ‐
10φύριος πολύστιχον γράψας ὑπόμνημα εἰς τὸ παρὸν σύγγραμμα τοῦτο τὸ κεφάλαιον οὐκ ἠξίωσεν φροντίδος τυχεῖν εἰς σαφήνειαν. ὅμως εἴτε ἔστιν εἴτε μὴ ἔστιν Ἀριστοτέλους, σαφηνίσομεν τὸ προκείμενον. ἔστι δὲ τὸ θεώρημα τοιοῦτον· προτάσεώς τινος ἀληθοῦς ἢ ψευδοῦς οὔσης 〈ἐχούσησ〉 τε δύο προτάσεις μαχομένας ποία μᾶλλον μάχεται, ἆρά γε ἡ τοῦ ἐναντίου
15κατάφασις ἢ ἡ οἰκεία ἀπόφασις. καὶ ἀποφαίνεται ὁ πατὴρ τοῦ προβλήματος τὴν οἰκείαν ἀπόφασιν μᾶλλον μάχεσθαι τῇ τοιαύτῃ προτάσει. μεταφέρει δὲ τὸ ζητούμενον ἀπὸ τῶν λόγων ἐπὶ τὴν δόξαν. ὡς γὰρ ἔχει ἐπὶ τῆς δόξης ἤγουν ἐπὶ τοῦ ἐνδιαθέτου λόγου. οὕτως ἕξει καὶ ἐπὶ τῶν προφορικῶν λόγων. καὶ πρῶτον προσδιορίζεται ποῖαί εἰσιν ἐναντίαι δόξαι καὶ ποῖαι μὲν
20οὐκ εἰσί, δοκοῦσι δὲ εἶναι. λέγει τοίνυν ὅτι ἐκεῖναι δοκοῦσιν ἐναντίαι δόξαι εἶναι αἱ περὶ τῶν ἐναντίων δοξάζουσαι ‘ἡ σωφροσύνη ἀγαθόν ἐστι, σωφροσύνη κακόν ἐστι‘. μετὰ δὲ τὸν προσδιορισμὸν τοῦτον τὸ προκείμενον διὰ πέντε τινῶν ἐπιχειρημάτων δεῖξαι προτίθεται. καὶ ἔστι τὸ πρῶτον ἐπιχείρημα ἀπὸ τῶν κατηγορουμένων τοιοῦτον. ἔστι τις δόξα ἡ τὸ ὑπάρχον δοξάζουσα
25ὡς ὑπάρχον, οἷον ὅτι τὸ ἀγαθὸν ἀγαθόν ἐστι, τὸ ἀγαθὸν λυσιτελές ἐστι,
τὸ ἀγαθὸν διωκτόν ἐστι, τὸ ἀγαθὸν αἱρετόν ἐστι καὶ ὅσα ἄλλα τοιαῦτά63
in Int
.

64

ἐστιν. ἔστι δὲ πάλιν ἄλλη δόξα λέγουσα τὸ μὴ ὑπάρχον ὡς [τὸ] ὑπάρχον ***, οἷον ‘τὸ ἀγαθὸν φευκτόν ἐστι, τὸ ἀγαθὸν ἀλυσιτελές ἐστι, τὸ ἀγα‐ θὸν οὐκ ἀγαθόν ἐστι‘· αὕτη δὲ τὸ ὑπάρχον μὴ ὑπάρχον φησίν. λέγει τοίνυν ὅτι οὐδεμίαν δόξαν οἰητέον μάχεσθαι τῶν δοξαζουσῶν τὸ ὑπάρχον ὡς
5ὑπάρχον, ἀλλὰ τὸ ὑπάρχον ὡς μὴ ὑπάρχον, οἷον τῇ λεγούσῃ ‘τὸ ἀγαθὸν ἀγαθόν ἐστι‘ μαχομένη ἡ λέγουσα ‘τὸ ἀγαθὸν οὐκ ἀγαθόν ἐστι‘. ὅτι δὲ τοῦτο τὸ ἀναγκαῖον οὐκ ἔχει αὐτόθεν ὡμολόγηται. πολλάκις γὰρ ὡς εἴρη‐ ται ὅτι ἓν ἑνὶ ἐναντίον καθέστηκεν· τὸ δὲ οὐκ ἀγαθὸν εἰσφέρει καὶ τὸ κακὸν καὶ τὸ ἀνωφελὲς καὶ τὸ φευκτὸν καὶ ἄλλα μυρία. εὑρεθήσονται οὖν
10ἑνὶ πολλὰ καὶ ἄπειρα μαχόμενα. ὥσπερ γὰρ τὸ οὐ λευκὸν σημαίνει καὶ τὸ μέλαν καὶ τὸ ξανθὸν καὶ τὸ φαιὸν καὶ τὸ ἐρυθρὸν καὶ τὸ κυανοῦν καὶ τὰ ἄλλα πάντα τὰ μεταξὺ χρώματα, καὶ εἴ τις εἴποι τὸ μὴ λευκὸν † φαί‐ νεσθαι τῷ δὲ λευκῷ, εὑρεθήσεται πολλὰ ἑνὶ μαχόμενα, κατὰ τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τῶν προκειμένων.
15 Δεύτερον δὲ ἐπιχείρημά ἐστιν ἀπὸ τοῦ καθ’ αὑτὸ καὶ ἀπὸ τοῦ κατὰ συμβεβηκός. φησὶ τοίνυν ὅτι τοῦτο ἴσμεν, ὡς τὸ μὲν καθ’ αὑτὸ μᾶλλον μαχόμενον τῷ καθ’ αὑτὸ ἢ τὸ κατὰ συμβεβηκός. ἐὰν γὰρ ὦσι δύο τινά, καὶ τὸ μέν ἐστι καθ’ αὑτὸ λευκόν, τὸ δὲ κατὰ συμβεβηκὸς λευκόν, ἕτερα δέ τινα πάλιν τὸ μὲν καθ’ αὑτὸ μέλαν τὸ δὲ κατὰ συμβεβηκός, δῆ‐
20λον ὅτι τὸ καθ’ αὑτὸ μέλαν μάχεται τῷ καθ’ αὑτὸ λευκῷ καὶ οὐκέτι τὸ κατὰ συμβεβηκός. ἡ τοίνυν δόξα ἡ λέγουσα ὅτι τὸ ἀγαθὸν οὐκ ἀγαθόν ἐστι καθ’ αὑτὸ μάχεται τῇ δόξῃ τῇ δοξαζούσῃ ‘τὸ ἀγαθὸν ἀγαθόν ἐστιν‘, κατὰ συμβεβηκὸς δὲ ἡ λέγουσα ‘τὸ ἀγαθὸν κακόν ἐστιν‘. φανερὸν ἄρα ὡς ἡ οἰκεία ἀπόφασις μᾶλλον μάχεται τῇ καταφάσει.
25 Τρίτον ἐπιχείρημά φησιν ἐκ τοῦ ἁπλοῦ καὶ τοῦ συνθέτου, ὅτι τὸ ἁπλοῦν 〈τῷ ἁπλῷ〉 κατὰ τὸν αὐτὸν τρόπον μάχεται καὶ τὸ σύνθετον τῷ συνθέτῳ. εἰ τοίνυν ‘τὸ ἀγαθὸν ἀγαθόν ἐστιν‘ ἁπλοῦν, καὶ ‘τὸ ἀγαθὸν οὐκ ἀγαθὸν‘ ὁμοίως ἁπλοῦν, τὸ δὲ ‘ἀγαθὸν κακόν ἐστι‘ συμπεπλεγμένον, τὸ ‘ἀγα‐ θὸν‘ ἄρα ‘οὐκ ἀγαθὸν‘ μᾶλλον μάχεται τῷ ‘ἀγαθὸν ἀγαθόν ἐστιν‘ ἤπερ ἡ
30δόξα ἡ δοξάζουσα ‘τὸ ἀγαθὸν κακόν ἐστιν‘. ἔχουσι δὲ τὰ δύο ἐπιχειρήματα τὴν αὐτὴν ἔννοιαν, καὶ κοινὸς ὁ ἔλεγχος. ψευδὲς γὰρ εἰπεῖν ὅτι τὸ μὲν ‘ἀγαθὸν κακόν ἐστι‘ συμπέπλεκται, τὸ δὲ ‘ἀγαθὸν οὐκ ἀγαθόν ἐστιν‘ ἁπλοῦν. δῆλον γὰρ ὡς τὸ ἁπλοῦν καὶ τὸ σύνθετον οὐ λέγομεν ἐνταῦθα κατὰ τὴν προφορὰν τῶν λέξεων, ἢ καθ’ αὑτὸ καὶ κατὰ συμβεβηκός, ἀλλὰ κατὰ τὸ
35σημαινόμενον, ἐπειδὴ ὡς ἐπὶ τῆς δόξης ἤγουν τοῦ ἐνδιαθέτου λόγου γυμ‐64
in Int
.

65

νάζει τὸ πρόβλημα. εἰ τοίνυν ἐν τῷ εἰπεῖν ὅτι τόδε κακόν ἐστι, τόδε μέλαν ἐστὶ τὸ ἄκρον σημαίνει, τὸ δὲ ἄκρον ὥρισται, τὸ δὲ ‘οὐκ ἀγαθόν ἐστι‘ καὶ τὸ ‘οὐ μέλαν ἐστὶ‘ σημαίνει οὐ μόνον τὰ ἄκρα ἀλλὰ καὶ τὰ μέσα, δῆλον ὅτι ταῦτα μᾶλλον συμπεπλεγμένα ἐστὶ καὶ σύνθετα ἤπερ αἱ δοξάζουσαι
5δόξαι ‘τὸ ἀγαθὸν κακόν ἐστιν‘ καὶ ‘τὸ λευκὸν μέλαν ἐστιν‘ Τέταρτόν ἐστιν ἐπιχείρημα ἀπὸ τῆς ἀντιφάσεως. φησὶ γὰρ ὅτι, εἰ ἐπὶ παντὸς ἢ φάναι ἢ ἀποφάναι ἀληθές ἐστι, καὶ ἐξ ἀνάγκης ἢ ἡ κατά‐ φασις ἀληθεύει ἢ 〈ἡ〉 ἀπόφασις αὐτῆς ἡ οἰκεία, οὐκ ἔστι δὲ ἐπὶ πάντων τῶν πραγμάτων εἰπεῖν τὴν τοῦ ἐναντίου κατάφασιν, δῆλον ὅτι ὡς ἕξει ἐπὶ
10τῶν ἄλλων προτάσεων τῶν μὴ ἐναντίαν ἐχουσῶν τὴν τοῦ ἐναντίου κατά‐ φασιν (ἰστέον γὰρ ὅτι ἐὰν ἔστι τὸ κατηγορούμενον ἢ οὐσία ἢ ποσὸν ἢ ἕτε‐ ρόν τι ᾧ τινι οὐδέν ἐστιν ἐναντίον, τὴν μὲν τοῦ ἐναντίου κατάφασιν οὐκ ἔστιν εἰπεῖν, τὴν δὲ οἰκείαν ἀπόφασιν δυνατὸν εἰπεῖν, οἷον ‘ἄνθρωπος ζῷόν ἐστιν, ἄνθρωπος ζῷον οὐκ ἔστιν‘, ‘ἡ γραμμὴ τρίπηχύς ἐστιν, ἡ γραμ‐
15μὴ τρίπηχυς οὐκ ἔστιν‘), οὕτως οὖν ἕξει καὶ ἐπὶ τῶν ἄλλων, ὡς ἔφην, τῶν ἐχουσῶν ἐναντιότητα [τῶν] προτάσεων. ὅτι δὲ τοῦτο τὸ ἐπιχείρημα εὐέλεγκτον καθέστηκεν αὐτόθεν καθ’ ἓν ὡμολόγηται· τὸ γὰρ ζητούμενον ἦν ὅτι μιᾶς προτάσεως ἀληθοῦς ἢ ψευδοῦς οὔσης ἐχούσης τε δύο προτάσεις μαχομένας ποία μᾶλλον μάχεται; ἐφ’ ὧν οὖν οὐκ ἔχει τὴν τοῦ ἐναντίου
20κατάφασιν, πῶς προχωρεῖ τὸ τῆς ζητήσεως; αὐτόθεν γὰρ ὡμολόγηται ὅτι τῇ οἰκείᾳ ἀποφάσει μάχεται 〈καὶ〉 οὐκέτι θεωροῦμεν ἄλλην ἀντεξετάσον‐ τες. ὥσπερ γὰρ φέρε εἰπεῖν ἔχεις δύο τινὰς πολεμίους καὶ ζητεῖς εἰ σαυτῷ *** μᾶλλον μάχεται, ἀναιρεθέντος δὲ τοῦ ἑνὸς οὐκέτι ζήτησις προχωρεῖ ὅτι ‘ἆρά γε ἐκεῖνος μάχεται ἢ οὔ;‘ οὕτως καὶ ἐπὶ τῶν προκει‐
25μένων. ἐν οἷς καὶ τὸ δ ἐπιχείρημα· τὸ δὲ ε καὶ ἕτερά τινα πρὸς ἑτέρῳ ἐπιχειρήματι ἐν ἑτέρᾳ θεωρίᾳ σὺν θεῷ μαθησόμεθα. Ἄλλη δὲ ὅτι οὐκ ἀγαθόν. ταύτην τὴν πρότασιν ἐκ μετα‐ θέσεως οὖσαν κατάφασιν αὐτὸς ὡς ἀπόφασιν ἔλαβεν καὶ ἀδιαφόρως ἐχρή‐ σατο. ᾗ μὲν γὰρ ἐδείξαμεν ὅτι οὐδὲν διαφέρουσιν ἥ τε ἁπλῆ ἀπόφασις καὶ
30ἡ ἐκ μεταθέσεως κατάφασις. ὅθεν καὶ αὐτὸς περὶ ἀποφάσεως ποιούμενος τὸν λόγον ἐκ μεταθέσεως κατάφασιν ἔλαβεν, τούτῳ δῆθεν ἡμῖν αἰνιττόμενος ὡς οὐκ ἔστιν αὐτῶν διαφορά. Τὸ μὲν δὴ τούτῳ οἴεσθαι τὰς ἐναντίας δόξας ὡρίσθαι, τῷ τῶν ἐναντίων εἶναι, ψεῦδος. ἐντεῦθεν τὸν προσδιορισμὸν ἐκτίθεται
35τὸν λέγοντα ποῖαί εἰσιν ἐναντίαι δόξαι καὶ ποῖαι οὐκ εἰσὶ μὲν δοκοῦσι δὲ65
in Int
.

66

εἶναι. τινὲς δὲ τῶν ἐξηγητῶν, ὧν ἐστι καὶ Ἀμμώνιος, ἐνόμισαν αὐτῷ πρῶ‐ τον ἐπιχείρημα εἶναι. οὐκ ἔστι δέ· οὐδὲν γάρ πως πρὸς τὸ προκείμενον ἔχει. ταῦτα ἔχει ἡ πρᾶξις.
4tΠρᾶξις β.〉
5tἜτι ὁμοίως ἔχει ἡ τοῦ ἀγαθοῦ ὅτι ἀγαθὸν καὶ ἡ τοῦ
6tμὴ ἀγαθοῦ ὅτι οὐκ ἀγαθόν, καὶ τὰ λοιπά.
7 Τοῦτο τὸ ε καὶ τελευταῖον θεώρημα, δυσχερέστατον ὂν καὶ δυσαντι‐ βλεπτότατον. λαμβάνει γὰρ ἀντιθέσεις δύο, μίαν μὲν ἔχουσαν τὸν ὑπο‐ κείμενον ὡρισμένον, οἷον ‘τὸ ἀγαθὸν ἀγαθόν ἐστι‘, κατάφασιν ἀληθῆ τυγχά‐
10νουσαν, ἑτέραν δὲ ἀόριστον ὑποκείμενον ἔχουσαν τὴν λέγουσαν ‘τὸ οὐκ ἀγαθὸν 〈οὐκ〉 ἀγαθόν ἐστιν‘· καὶ ἀξιοῖ ὅτι ὥσπερ ἔχει ἐπὶ τῆς ἀληθοῦς ἀποφάσεως τῆς ἀόριστον ἐχούσης τὸν ὑποκείμενον, οὕτως ἕξει ἐπὶ τῆς ἀληθοῦς καταφάσεως τῆς ὡρισμένον 〈ἐχούσησ〉 τὸν ὑποκείμενον. σκοπή‐ σωμεν τοίνυν ποία πρότασις ἕπεται ἢ ἀναιρεῖ τὴν ἀληθῆ ἀπόφασιν ‘τὸ οὐκ
15ἀγαθὸν 〈οὐκ〉 ἀγαθόν ἐστιν‘. εὑρίσκομεν τοίνυν ὅτι ἡ πρότασις ἡ λέγουσα ‘τὸ οὐκ ἀγαθὸν κακόν ἐστιν‘ οὐ μάχεται τῇ ῥηθείσῃ προτάσει· ἐνδέχεται γὰρ ἀμφότερα συναληθεύειν ἐπί τινων, οἷον ἐπὶ τῶν ἐχόντων μοχθηρὰν ἕξιν· δύναμαι γὰρ εἰπεῖν τὸν κακὸν οὐκ ἀγαθόν. ἀλλὰ μὴν οὐδὲ ἡ πρό‐ τασις ἡ λέγουσα ὅτι τὸ οὐκ ἀγαθὸν οὐ κακόν ἐστιν. αὕτη γὰρ πάλιν ἀλη‐
20θεύει ἐπὶ τῶν ἐχόντων μέσην ἕξιν καὶ ἐπὶ τῶν μηδ’ ὅλως πεφυκότων δέξασθαι ἀγαθότητα· οἷον τὸν λίθον τὸν μὴ ἀγαθὸν δύναμαι εἰπεῖν οὐ κακόν, καὶ τὸ παιδίον ὁμοίως. καταλιμπάνεται ἄρα μία πρότασις ἡ λέγουσα ὅτι τὸ μὴ ἀγαθὸν ἀγαθόν ἐστιν. αὕτη γὰρ ἀεὶ μάχεται τῇ ῥηθείσῃ ἀπο‐ φάσει τῇ ἀληθεῖ τῇ λεγούσῃ ‘τὸ οὐκ ἀγαθὸν οὐκ ἀγαθόν ἐστιν‘. ὡς οὖν
25ἔχει ἐπὶ ταύτης τῆς ἀντιθέσεως, οὕτως ἕξει καὶ ἐπὶ τῆς ἑτέρας. μάχεται ἄρα τῇ προτάσει τῇ λεγούσῃ ‘τὸ ἀγαθὸν ἀγαθόν ἐστιν‘ 〈οὐχ〉 ἡ πρότασις ἡ λέγουσα ‘τὸ ἀγαθὸν κακόν ἐστι‘, ἀλλ’ [οὐχὶ] ἡ λέγουσα ὅτι τὸ ἀγαθὸν οὐκ ἀγαθόν ἐστι. καὶ ταῦτα μὲν τὰ τοῦ ε ἐπιχειρήματος. λέγομεν δὲ πρὸς τοῦτο πρῶτον μὲν πόθεν ἀξιοῖ τὴν ἀκολουθίαν τῶν τοιούτων ἀντιθέσεων ἔχειν
30οὕτως ὥσπερ ἔχει ἐπὶ τῆς ἀόριστον ἐχούσης τὸν ὑποκείμενον; δεύτερον δὲ ὅτι καὶ τὰ ἀνόμοια πρὸς ἕτερα ἀντεξήτασεν. ὁ μὲν γὰρ ὑποκείμενος ὅρος ἀόριστος ὢν ἀδιαφόρως ἕξει καὶ τὰ ἑπόμενα, ὁ δὲ ὡρισμένος ὅρος πάντως καὶ τὸ ἑπόμενον 〈ὡρισμένον〉 ἕξει. πῶς οὖν ἀξιοῖ τὴν αὐτὴν ἀκο‐
λουθίαν ἔχειν τὴν ὡρισμένην ἀντίθεσιν τῇ ἀορίστῳ ἀντιθέσει; καὶ ταῦτα66
in Int
.

67

μὲν τὰ τῶν ἐπιχειρήσεων. ἐπειδὴ δὲ ἔλαβεν ἐν τῷ παρόντι ἐπιχειρήματι οὐκέτι τὸν καθόλου προσδιορισμόν, εἴτε τὸν καταφατικὸν εἴτε τὸν ἀπο‐ φατικόν, ἀλλὰ μόνον τὸ ἄρθρον, προσδιορίζεται καὶ φησὶν ὅτι οὐδὲν διαφέρει εἰπεῖν τὰ ἄρθρα καὶ τὸν καθόλου προσδιορισμόν· τὸ γὰρ εἰπεῖν ὅτι τὸ ἀγα‐
5θὸν ἀγαθόν ἐστι τί διαφέρει τοῦ λέγειν ὅτι εἴ τι ἀγαθόν, ἀγαθόν ἐστιν; ὡσαύτως ἕξει καὶ ἐπὶ τῆς ἀποφάσεως. ὅταν γὰρ ἀναφορὰν οὐ σημαίνουσι τὰ ἄρθρα, εἴτε ἑνικὰ ὦσιν εἴτε πληθυντικά, πάντως τὸν καθόλου προσδιο‐ ρισμὸν εἰσάγουσιν. ταὐτὰ γάρ ἐστιν εἰπεῖν δέκα τινῶν ὄντων ἀνθρώπων ὅτι ‘φέρε μοι τοὺς ἀνθρώπουσ‘ καὶ ‘φέρε πάντας τοὺς ἀνθρώπουσ‘, καὶ ‘ὁ ἄν‐
10θρωπος περιπατεῖ‘ καὶ ‘πᾶς ἄνθρωπος περιπατεῖ‘. ὅταν δὲ προεγνωσμένον ἐστὶ τὸ πρᾶγμα, καὶ ἀναφορὰν σημαίνει, τότε οὐκέτι ἰσοδυναμεῖ. εἰ δὲ ἐχρήσαντό τινες ἢ τῶν ποιητῶν ἢ τῶν ῥητόρων εἰπόντες σὺν τῷ ἄρθρῳ καὶ τὸν προσδιορισμόν, ἢ μέτρου χάριν ἢ ῥυθμοῦ ἀμφότεροι κατεχρήσαντο, ὥσπερ Δημοσθένης ἐν τῷ Περὶ τοῦ στεφάνου εἰπών ‘πρῶτον μὲν εὔχομαι
15〈τοῖσ〉 θεοῖς πᾶσί τε καὶ πάσαισ‘. εἰ γὰρ εἶπεν ‘τοῖς θεοῖσ‘ τῷ ἄρθρῳ χρη‐ σάμενος, οὐκ ἔδει αὐτὸν ἐπαγαγεῖν καὶ τὸν καθόλου προσδιορισμόν, φημὶ δὴ ‘πᾶσί τε καὶ πάσαισ‘. Ἀμμώνιος δέ φησιν ὅτι οὐ πάντως τὸ ἄρθρον τὴν δύναμιν ἔχει τοῦ προσδιορισμοῦ τοῦ καθόλου, καὶ τοῦτο δῆλον ἐκ τοῦ παρ’ Ὁμήρῳ λέγοντος ὀνείρου
20 ‘θωρῆξαί σε κέλευε καρηκομόωντας Ἀχαιούσ‘, φησίν, ὅτι ὡς μὴ ἀρκεσθεὶς τῷ ἄρθρῳ ἐπήγαγεν τὸ ‘πανσυδίῃ‘· ὅθεν καὶ ἡ πλάνη τῷ Ἀγαμέμνονι γέγονεν. ἡμεῖς δὲ λέγομεν ὅτι αὐτόθεν ἐκεῖ οὔτε κεῖται τὸ ἄρθρον καὶ εἰκότως ἐπήγαγεν τὸ ‘πανσυδίῃ‘ ἤτοι τὸν καθόλου προσδιορισμόν· αἱ γὰρ ἀπροσδιόριστοι προτάσεις ἰσοδυναμοῦσι ταῖς μερικαῖς.
25ὥστε, καθὰ εἴρηται, εἰ μὴ ἀναφορὰν σημαίνει τὸ ἄρθρον, πάντως τὸν κα‐ θόλου προσδιορισμὸν εἰσάγει, εἰ μήτοι γε ἢ ῥυθμοῦ χάριν ἢ μέτρου λαμ‐ βάνεται. Εἰπὼν δὲ ταῦτα ἐπὶ δόξης ἐγύμνασεν τὸν λόγον καὶ ἐπιφέρει λέγων ὅτι οὐδὲν διαφέρει ἐπὶ δόξης καὶ ἐπὶ τῶν προφορικῶν λόγων τὰ αὐτὰ λέ‐
30γειν. ὁ γὰρ προφορικὸς λόγος σύμβολόν ἐστι τῶν ἐν τῇ ψυχῇ παθημάτων, καὶ ὡς ἔχει ἐπὶ τῆς δόξης, οὕτως ἔχει καὶ ἐπὶ τῶν προφορικῶν λόγων. εἶτα ἐπεὶ ἐλάμβανεν ἐν τῷ τελευταίῳ ἐπιχειρήματι ὅτι τὰ ἐναντία οὐδέποτε συναληθεύουσιν, οἷον ‘τὸ μὴ ἀγαθὸν κακόν ἐστι‘ καὶ ‘τὸ μὴ ἀγαθὸν [οὐκ] ἀγαθόν ἐστιν‘, ὡς εἰ ἔλεγέν τις πρὸς αὐτόν ‘πόθεν δῆλον ὅτι τὰ ἐναντία οὐ
35συναληθεύουσι;‘ κατασκευάζει αὐτὸ τοῦτο συλλογιστικῶς ὅτι τὰ ἐναντία ἀντι‐ κείμενα, τὰ δὲ ἀντικείμενα ἀδύνατον ἅμα εἶναι, τὰ ἐναντία ἄρα ἀδύνατον
ἅμα εἶναι. τοῦτο τὸ συμπέρασμα λαμβάνει ὡς πρότασιν καί φησιν ‘εἰ τὰ67
in Int
.

68

ἐναντία ἅμα ἀδύνατον εἶναι, ταῦτα δὲ περὶ ὧν εἴπομεν ἐνδέχεται, τὸ οὐκ ἀγαθὸν 〈καὶ τὸ〉 κακόν, ἀδύνατον ἄρα ταῦτα ἐναντία εἶναι‘. ταῦτα εἰπὼν πέρας τῇ παρούσῃ τέθεικε πραγματείᾳ. Ἔτι ὁμοίως ἔχει ἡ τοῦ ἀγαθοῦ ὅτι ἀγαθὸν καὶ ἡ τοῦ μὴ
5ἀγαθοῦ ὅτι οὐκ ἀγαθόν. ἰστέον ὅτι καὶ ἐνταῦθα, ὡς καὶ ἐν τῇ προλα‐ βούσῃ πράξει εἴπομεν, κυρίως μέν, ὡς παραδέδωκεν, κατάφασίς ἐστιν αὕτη ἡ ἐκ μεταθέσεως ἀόριστον ἔχουσα τὸν ὑποκείμενον· αὐτὸς δὲ ἔλαβεν αὐτὴν ἀντὶ ἁπλῆς ἀποφάσεως. ὅθεν καλῶς ἡμῖν εἴρηται μηδὲν ταύτας τὰς προ‐ τάσεις κατὰ τὸ σημαινόμενον ἀλλήλων διαφέρειν.
10 Οὐ γὰρ δὴ ἡ λέγουσα ὅτι κακόν· ἅμα γὰρ ἄν ποτε εἶεν ἀληθεῖς. τὸ ποτὲ εἶπεν, ἐπειδὴ ἐπὶ τῶν ἀδιαφόρων ἡ μὲν λέγουσα κακὸν ψεύδεται, ἐπὶ δὲ τῶν μοχθηρὰν ἐχόντων ἕξιν ἀμφότεραι ἀληθεῖς. ἐν οἷς ἡ πρᾶξις.
14tΠεπλήρωται σὺν θεῷ τὸ Περὶ ἑρμηνείας Ἀριστοτέλους
15tεὐτυχῶς.68